De Se Ipsum Citra Invidiam Laudando
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ λόγῳ καταμαθεῖν, ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον· οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ Θηβαίοις, ὅσα δὲ Βυζαντίους ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν· αὑτῷ δὲ τῆς διακονίας μετεῖναι φάσκων. λανθάνει γὰρ οὕτω τὸν ἀκροατὴν τοῖς ἰδίοις ἐπαίνοις συνυποδυόμενος[*](συνυποδυόμενος *: συναποδυόμενος ) ὃς τοῦ ὑπὲρ αὑτοῦ λεγομένοις ἥδεται καὶ χάριν μὲν ἐφʼ οἶς κατώρθωσεν ἔχει, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ ἀγαπᾶν διʼ ὃν κατώρθωσεν. ὅθεν καὶ Ἐπαμεινώνδας, Μενεκλείδου ποτὲ χλευάζοντος αὐτὸν ὡς μεῖζον τοῦ Ἀγαμέμνονος φρονοῦντα, διʼ ὑμᾶς γʼ εἶπεν ὦ ἄνδρες Θηβαῖοι, μεθʼ ὧν μόνον ἐν ἡμέρᾳ μιᾷ κατέλυσα τὴν Λακεδαιμονίων ἀρχήν.
ἐπεὶ δὲ τῷ μὲν ἑαυτὸν ἐπαινοῦντι πολεμοῦσιν οἱ πολλοὶ σφόδρα καὶ ἄχθονται, τῷ δʼ ἑτέρους οὐχ ὁμοίως, ἀλλὰ καὶ χαίρουσι πολλάκις καὶ συνεπιμαρτυροῦσι προθύμως· εἰώθασιν ἔνιοι τοὺς ταὐτὰ προαιρουμένους καὶ πράττοντας αὐτοῖς[*](αὐτοῖς?) καὶ ὅλως ὁμοιοτρόπους, ἐπαινοῦντες ἐν καιρῷ συνοικειοῦν καὶ συνεπιστρέφειν πρὸς ἑαυτοὺς τὸν ἀκροατήν· ἐπιγιγνώσκει γὰρ εὐθὺς ἐν τῷ λέγοντι, κἂν περὶ ἄλλου λέγηται, τὴν ὁμοιότητα τὴν ἀρετῆς τῶν αὐτῶν ἀξίαν ἐπαίνων οὖσαν. ὡς γὰρ ὁ λοιδορῶν ἕτερον ἐφʼ οἷς αὐτὸς ἔνοχός ἐστιν, λανθάνει λοιδορῶν μᾶλλον ἑαυτὸν ἢ ἐκεῖνον, οὕτως οἱ ἀγαθοὶ τοὺς
ἀγαθοὺς τιμῶντες ἀναμιμνήσκουσιν αὑτῶν τοὺς συνειδότας· ὥστʼ εὐθὺς ἐπιφωνεῖν σὺ γὰρ οὐ τοιοῦτος; Ἀλέξανδρος μὲν οὖν Ἡρακλέα τιμῶν καὶ πάλιν Ἀλέξανδρον Ἀνδρόκοττος,[*](X: ἀνδρόκοπος ) ἑαυτοὺς; εἰς τὸ τιμᾶσθαι προῆγον ἀπὸ τῶν ὁμοίων. Διονύσιος δὲ τὸν Γέλωνα διασύρων καὶ γέλωτα τῆς Σικελίας ἀποκαλῶν, ἐλάνθανεν ὑπὸ φθόνου καθαιρῶν τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς περὶ αὑτὸν δυνάμεως.