De Se Ipsum Citra Invidiam Laudando
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
οὗτοι μὲν οὖν ἄλλως ἀδικούμενοι τῶν κατωρθωμένων[*](κατωρθωμένων *: κατορθωμένων ) ἐμέμνηντο πρὸς τοὺς ἀγνωμονοῦντας. ὁ
δʼ ἐπʼ αὐτοῖς ψεγόμενος οἷς κατώρθωκε παντάπασι συγγνωστός ἐστι καὶ ἄμεμπτος, ἐγκωμιάζων τὰ πεπραγμένα· δοκεῖ γὰρ οὐκ ὀνειδίζειν ἀλλʼ ἀπολογεῖσθαι. τοῦτο γοῦν λαμπρὰν τῷ Δημοσθένει παρρησίαν ἐδίδου καὶ τὸν κόρον ἀφῄρει τῶν ἐπαίνων, οἷς παρὰ πάντα τὸν λόγον ὁμοῦ τι τὸν ὑπὲρ τοῦ στεφάνου κέχρηται, σεμνυνόμενος οἷς ἐνεκαλεῖτο περὶ τοῦ πολέμου πρεσβεύμασι καὶ ψηφίσμασιν.οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ τῆς ἀντιθέσεως, ὅταν, ἐφʼ ᾧ τις ἐγκαλεῖται, τούτου τοὐναντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον. ὡς ὁ Λυκοῦργος ἐν Ἀθήναις ἐπὶ τῷ πεπεικέναι τὸν συκοφάντην ἀργυρίου λοιδορούμενος, εἶτʼ ἔφη ποῖός τις ὑμῖν δοκῶ εἶναι πολίτης, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρʼ ὑμῖν, διδοὺς μᾶλλον ἀδίκως ἢ λαμβάνων εἴλημμαι; καὶ ὁ Κικέρων, τοῦ Μετέλλου πρὸς αὐτὸν εἰπόντος ὅτι πλείονας ἀνῄρηκε καταμαρτυρήσας ἢ συνηγορήσας σέσωκε, τίς δʼ εἶπεν οὔ φησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως ἢ δεινότητος; καὶ τὰ[*](τὰ] τὰ τοῦ?) Δημοσθένους τοιαῦτα τίς δʼ οὐκ ἂν[*](καὶ τίς οὐκ ἂν Demosthenes 18, 101) ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόντων[*](τῶν ὑπαρχόντων τῇ πόλει καλῶν idem) λόγῳ μόνον αἰσχύνειν[*](καταισχύνειν idem) ἐπεχείρησα; καὶ τί ἂν[*](τί ἂν κἑ] ib. 240) οἴεσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότʼ ἐμοῦ[*](τότʼ ἐμοῦ idem: τότεμου (sic)) περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις; καὶ ὅλως ὁ περὶ τοῦ στεφάνου λόγος εὐφυέστατα ταῖς ἀντιθέσεσι καὶ λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους.