De fraterno amore
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
ἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν. ὅπου γὰρ οἰκότριβα τιμώμενον ὑπὸ
πατρὸς ἢ μητρὸς υἱοὶ προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν αὐτούς, καὶ κύων τις οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων γερόντων, ἄχθονται δὲ καὶ παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητάς, οὓς[*](οὓς R: ὅσους ) ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ καταφρονοῦσιν· ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπʼ ἀλλήλων; οὐκ ἂν εἴποι τις· οὐκοῦν τοὐναντίον ἐρῶντες ἀλλήλων καὶ φιλοῦντες ἀδελφοί, καὶ ὅσον ἡ φύσις τοῖς σώμασι διέστησεν, ἐπὶ ταὐτὸ τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετʼ ἀλλήλων ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν παρεσκευάκασι γηροτρόφον[*](γηροτρόφον] cf. Bergk. 1 p. 452) τοῖς γονεῦσι τὴν φιλαδελφίαν. οὔτε γὰρ φιλόλογος πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος· διὸ τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτʼ ἄρχοντας ἡδέως οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν. Ἀπολλωνίδα[*](Ἀπολλωνιάδα Polyb. 23, 18) γοῦν τὴν Κυζικηνήν, Εὐμένους δὲ τοῦ βασιλέως μητέρα καὶ τριῶν ἄλλων, Ἀττάλου καὶ Φιλεταίρου καὶ Ἀθηναίου, λέγουσι μακαρίζειν ἑαυτὴν ἀεὶ καὶ τοῖς θεοῖς χάριν ἔχειν οὐ διὰ τὸν πλοῦτον οὐδὲ διὰ τὴν ἡγεμονίαν, ἀλλʼ ὅτι τοὺς τρεῖς υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς δόρατα καὶ ξίφη φοροῦσιν ἀδεῶς διαιτώμενον. ὥσπερ αὖ τοὐναντίον, Ἀρτοξέρξης[*](Ἀρτοξέρξηςscripsi cum Palmerio: ξέρξης) αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς ἀθυμήσας ἀπέθανε·χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶνὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 675) εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς εἰσιν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος; οὐ δύναται μὴ τὸν γεννήσαντα[*](cf. Stob. 84, 1-) μέμφεσθαι καὶ τὴν τεκοῦσαν.