De fraterno amore
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν
ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν· ἦν δʼ ὡς ἔοικεν οὐ μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος· ἐμοῦ γὰρ ἀξιοῦντος αὐτὸν ὡς ἀδελφῷ[*](ἀδελφῷ] ἀδελφὸν ἀδελφῷ Stegmannus) καὶ ἰδιώτῃ φιλόσοφον προσφέρεσθαι, ταῦτʼ εἶπεν ὡς πρὸς ἰδιώτην ἀληθῶς, ἐγὼ δʼ οὐ σεμνὸν οὐδὲ μέγα ποιοῦμαι τὸ ἐκ τῶν αὐτῶν μορίων γεγονέναι σὺ μέν ἔφην ἐγὼ δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος. ἀλλʼ οἵ γε ἄλλοι πάντες,, εἰ καὶ μὴ φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾅδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε· καὶ οὐκ ἔστιν ὅ τι μᾶλλον ἄνθρωποι κεχαρισμένον θεοῖς δρῶσιν, ἢ τοκεῦσιν αὑτῶν καὶ τροφεῦσι παλαιὰς ἐπὶ νέαις[*](ἐπὶ νέαις] ἐπὶ νέοις Madvigius coll. Plat. de Legg. p. 717 c) δανεισθείσας χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες. οὐδʼ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας· διὸ τοὺς μὲν ἄλλους κακῶς ποιεῖν ἀπείρηται, μητρὶ δʼ αὑτοῦ[*](αὐτοῦ] fort. αὑτοὺς, deleto proximoἑαυτοὺς) καὶ πατρὶ τὸ μὴ παρέχειν ἑαυτοὺς δρῶντας ἀεὶ καὶ λέγοντας ἀφʼ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον ἡγοῦνται καὶ ἄθεσμον. τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας βεβαίου; καὶ φιλίας;ʼ