De fraterno amore

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.

ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ ποιεῖ, λίαν ἔδοξεν ὀχλικός, ἀριθμητικὴν καὶ δημοκρατικὴν ἐπεισάγων ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς· ὁ δʼ ἐν οἰκίᾳ παραινῶν ἀδελφοῖς μάλιστα μὲν ὡς ὁ Πλάτων[*](Πλάτων] Rep. p. 462 c) παρῄνει τοῖς πολίταις, τὸ ἐμόν ἐξαιρεῖν καὶ τὸ οὐκ ἐμόν, εἰ δὲ μή, τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι, καλὴν κρηπῖδα καὶ μόνιμον ὁμονοίας καὶ εἰρήνης καταβαλλόμενος ἐστι. χρήσθω δὲ καὶ παραδείγμασιν ἐνδόξοις οἷόν ἐστι, καὶ τὸ τοῦ Πιττακοῦ πρὸς τὸν βασιλέα Λυδῶν πυνθανόμενον εἰ χρήματʼ ἔστιν αὐτῷ, διπλάσιʼ εἶπεν ἢ[*](ἢ Amyotus: εἰ ) ἐβουλόμην, τἀδελφοῦ τεθνηκότος. ἐπεὶ δʼ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι[*](πλείονι *: πλέονι ) πολέμιον καθίσταται τοὔλασσον ἀλλʼ ἁπλῶς, ᾗ[*](ᾗ] del. R) φησιν ὁ Πλάτων[*](Πλάτων] Rep. p. 547 a) ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δʼ ὁμαλότητι στάσιν ἐγγίγνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης ἐπισφαλής ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν πᾶσι δʼ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον· τὰ μὲν γὰρ αἱ φύσεις εὐθὺς ἀνίσως νέμουσι, τὰ δʼ ὕστερον αἱ τύχαι φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν ὀλεθρίους δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν, ἂν ἐγγένηται. τῷ μὲν οὖν ὑπερέχοντι

παραινέσειεν ἄν τις, πρῶτον μὲν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις· κἂν λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς ἐκείνου μηθὲν ἧττον οὖσαν· ἔπειτα μήτʼ ὄγκον ἐμφαίνειν τινὰ μήθʼ ὑπεροψίαν, ἀλλὰ μᾶλλον ἐνδιδόντα καὶ συγκαθιέντα τῷ ἤθει τὴν ὑπεροχὴν ἀνεπίφθονον ποιεῖν, καὶ τὴν τῆς τύχης ἀνωμαλίαν ἐπανισοῦν, ὡς ἀνυστόν ἐστι, τῇ μετριότητι τοῦ φρονήματος. ὁ γοῦν Λεύκολλος οὐκ ἠξίωσε πρότερος; τἀδελφοῦ τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. ὁ δὲ Πολυδεύκης οὐδὲ θεὸς ἠθέλησε μόνος ἀλλὰ μᾶλλον ἡμίθεος σὺν τἀδελφῷ[*](τἀδελφῷ *: τῷ ἀδελφῷ ) γενέσθαι καὶ τῆς θνητῶν μερίδος μετασχεῖν ἐπὶ τῷ μεταδοῦναι τῆς ἀθανασίας ἐκείνῳ. σοὶ δέ, φαίη τις ἄν, ὦ μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ συνεπικοσμεῖν τὸν ἀδελφόν, ὥσπερ αὐγῆς[*](αὐγῆς Emperius: αὐτῆς ) ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ ἀρετῆς ἢ εὐτυχίας· ὥσπερ Πλάτων τοὺς ἀδελφοὺς εἰς τὰ κάλλιστα τῶν αὑτοῦ συγγραμμάτων θέμενος ὀνομαστοὺς ἐποίησε, Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ τὸν νεώτατον εἰς τὸν Παρμενίδην.