De fraterno amore

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.

ἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον ἢ πρότερον ὀρθῶς; ἔχει τῇ εὐνοίᾳ τοὺς ἀδελφούς, εὐθὺς μὲν ἐν τῷ συνδακρύειν καὶ συνάχθεσθαι κοινουμένους; τὸ φιλόστοργον, ὑπονοίας δὲ θεραπόντων καὶ διαβολὰς ἑταίρων[*](ἑταίρων R: ἑτέρων ) ἑτέροις αὑτοὺς[*](αὑτοὺς *: αὐτοὺς ) προσνεμόντων ἀπωθουμένους, καὶ πιστεύοντας τοῖς τʼ ἄλλοις ἃ μυθολογοῦσι περὶ τῶν Διοσκόρων[*](Διοσκόρων *: διοσκούρων ) τῆς φιλαδελφίας, καὶ ὅτι ὁ Πολυδεύκης τὸν καταψιθυρίζοντα τἀδελφοῦ πρὸς αὐτὸν κονδύλῳ παίσας ἀπέκτεινεν. ἐπὶ δὲ τὴν νέμησιν τῶν πατρῴων, μὴ καταγγείλαντας ἀλλήλοις πόλεμον ὥσπερ οἱ πολλοὶ

κλῦθʼ, Ἀλαλά Πολέμου θύγατερ,
[*](Bergk. 1 p. 397) ἐκ παρασκευῆς ἀπαντᾶν ἀλλὰ μάλιστα δεῖ τὴν ἡμέραν ἐκείνην φυλαττομένους, ὡς τοῖς μὲν ἔχθρας ἀνηκέστου καὶ διαφορᾶς τοῖς δὲ φιλίας καὶ ὁμονοίας οὖσαν ἀρχήν, μάλιστα μὲν αὐτοὺς καθʼ ἑαυτούς, εἰ δὲ μή, φίλου κοινοῦ παρόντος ἀμφοτέροις μάρτυρος εὐγνώμονος δίκης κλήροις, ᾗ φησιν ὁ Πλάτων,[*](Πλάτων] Criti. p. 109 b) τὰ φίλα καὶ προσήκοντα λαμβάνοντας καὶ διδόντας οἴεσθαι τὴν ἐπιμέλειαν νέμεσθαι καὶ τὴν οἰκονομίαν, χρῆσιν δὲ καὶ κτῆσιν ἐν μέσῳ κεῖσθαι κοινὴν καὶ ἀνέμητον ἁπάντων, οἱ δὲ καὶ τίτθας ἀποσπῶντες ἀλλήλων καὶ συντρόφους καὶ συνήθεις παῖδας
ὑπερβαλλόμενοι τοῖς διωγμοῖς,[*](διωγμοῖς] διαλογισμοῖςEmperius. malimδιωσμοῖς ῀ διωθισμοῖς) ἀπίασιν ἀνδραπόδου τιμὴν πλέον ἔχοντες, τὸ δὲ μέγιστον καὶ τιμιώτατον τῶν πατρῴων, φιλίαν ἀδελφοῦ καὶ πίστιν, ἀπολωλεκότες ἐνίους δὲ καὶ ἀκερδῶς φιλονεικίας ἕνεκα χρησαμένους τοῖς πατρῴοις οὐθὲν ἐπιεικέστερον ἢ λαφύροις ἴσμεν. ὧν καὶ Χαρικλῆς καὶ Ἀντίοχος ἦσαν οἱ Ὀπούντιοι· καὶ γὰρ ἔκπωμα διακόψαντες ἀργυροῦν καὶ ἱμάτιον διατεμόντες ἀπῄεσαν, ὥσπερ ἐκ τραγικῆς τινος κατάρας
θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες
[*](Eur. Phoen. 68) οἱ δὲ καὶ διηγοῦνται πρὸς ἑτέρους γαυριῶντες, ὅτι τῶν ἀδελφῶν πανουργίᾳ καὶ δριμύτητι καὶ παραλογισμῷ πλέον ἔσχον ἐν τῷ νέμεσθαι, δέον ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἐπιεικείᾳ καὶ χάριτι καὶ ὑπείξει περιγενομένους. ὅθεν ἄξιόν Ἀθηνοδώρου μεμνῆσθαι, καὶ μέμνηνταί γε πάντες παρʼ ἡμῖν. ἦν γὰρ ἀδελφὸς πρεσβύτερος αὐτῷ ὄνομα[*](τοὔνομα?) Ξένων, καὶ πολλὰ τῆς οὐσίας ἐπιτροπεύων διεφόρησε· τέλος δʼ ἁρπάσας γυναῖκα καὶ καταδικασθεὶς ἀπώλεσε τὴν οὐσίαν, εἰς τὸ Καίσαρος ταμιεῖον ἀναληφθεῖσαν. ὁ δʼ Ἀθηνόδωρος ἦν μὲν ἔτι μειράκιον οὐδέπω γενειῶν· ἀποδοθέντος δὲ τοῦ μέρους αὐτῷ τῶν χρημάτων, οὐ περιεῖδε τὸν ἀδελφὸν ἀλλʼ εἰς μέσον ἅπαντα καταθεὶς ἐνείματο, καὶ πολλὰ περὶ τὴν νέμησιν ἀγνωμονούμενος[*](ἀγνωμονούμενος W: ἀγνωμονευόμενος ) οὐκ ἠγανάκτησεν οὐδὲ
μετενόησεν, ἀλλὰ πράως καὶ ἱλαρῶς[*](ἱλαρῶς] ῥᾳδίως F. Schmidt. Non opus) ἤνεγκε τἀδελφοῦ[*](τἀδελφοῦ * hic et infra: τοῦ ἀδελφοῦ ) τὴν ἄνοιαν, περιβόητον ἐν τῇ Ἑλλάδι γενομένην.