De E apud Delphos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ὅτι μὲν γὰρ οὐχ ἧττον ὁ θεὸς φιλόσοφος ἢ μάντις, ἐδόκει[*](ἐδόκει Turnebus: δοκεῖ ) πᾶσιν ὀρθῶς πρὸς τοῦτο τῶν ὀνομάτων ἕκαστον Ἀμμώνιος τίθεσθαι καὶ διδάσκειν, ὡς Πύθιος μέν ἐστι τοῖς ἀρχομένοις μανθάνειν καὶ διαπυνθάνεσθαι· Δήλιος δὲ καὶ Φαναῖος οἷς ἤδη τι δηλοῦται καὶ ὑποφαίνεται τῆς ἀληθείας· Ἰσμήνιος δὲ τοῖς ἔχουσι τὴν ἐπιστήμην, καὶ Λεσχηνόριος[*](Λεσχηνόριος Duebnerus: λέσχην ὅριος ) ὅταν ἐνεργῶσι καὶ ἀπολαύωσι χρώμενοι τῷ διαλέγεσθαι καὶ φιλοσοφεῖν πρὸς ἀλλήλους. ἐπεὶ δὲ τοῦ φιλοσοφεῖν ἔφη[*](ἔφη] ἀρχὴ?) τὸ ζητεῖν[*](ζητεῖν] ζητεῖν ἢ? cf. Plat. Theaet. p. 155 d) τὸ · θαυμάζειν καὶ ἀπορεῖν, εἰκότως τὰ πολλὰ τῶν περὶ τὸν θεὸν ἔοικεν αἰνίγμασι κατακεκρύφθαι, καὶ λόγον τινὰ ποθοῦντα διὰ τί καὶ διδασκαλίαν[*](ordo verborum est ποθοῦντα καὶ λόγον - καὶ διδασκαλίαν ) τῆς αἰτίας· οἷον ἐπὶ τοῦ πυρὸς τοῦ ἀθανάτου, τὸ κάεσθαι μόνον αὐτόθι τῶν, ξύλων ἐλάτην καὶ δάφνην ἐπιθυμιᾶσθαι, καὶ τὸ δύο Μοίρας ἱδρῦσθαι πανταχοῦ τριῶν νομιζομένων, τὸ μηδεμιᾷ γυναικὶ πρὸς τὸ χρηστήριον εἶναι προσελθεῖν· καὶ τὸ τοῦ τρίποδος, καὶ ὅσα τοιαῦτα, τοῖς μὴ παντάπασιν ἀλόγοις καὶ ἀψύχοις ὑφειμένα δελεάζει καὶ παρακαλεῖ πρὸς τὸ σκοπεῖν τι καὶ ἀκούειν καὶ διαλέγεσθαι περὶ αὐτῶν. ὅρα δὲ καὶ ταυτὶ τὰ προγράμματα, τὸ γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν, ὅσας ζητήσεις κεκίνηκε φιλοσόφους καὶ ὅσον λόγων πλῆθος ἀφʼ ἑκάστου καθάπερ ἀπὸ σπέρματος ἀναπέφυκεν · ὧν οὐδενὸς ἧττον οἶμαι γόνιμον λόγων[*](λόγων Madvigius: λόγον ) εἶναι τὸ νῦν ζητούμενον.