De E apud Delphos
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαραπίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδην[*](Εὐριπίδην] Nauck. p. 673 (ed. II)) οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν·
χαρίζεται; μὲν γὰρ οὐδὲν ὁ διδοὺς ἀπʼ ὀλίγων μικρὰ τοῖς πολλὰ κεκτημένοις, ἀπιστούμενος δʼ ἀντὶ μηδενὸς διδόναι κακοηθείας καὶ ἀνελευθερίας προσλαμβάνει δόξαν. ὅρα δὴ ὅσον ἐλευθεριότητι καὶ κάλλει τὰ χρηματικὰ δῶρα λείπεται τῶν ἀπὸ λόγου σοφίας, ἃ[*](ἃ Madvigius) καὶ διδόναι καλόν ἐστι καὶ διδόντας ἀνταιτεῖν ὅμοια παρὰ τῶν λαμβανόντων. ἐγὼ γοῦν πρὸς σὲ καὶ διὰ σὲ[*](διὰ σὲ] διὰ σοῦ R) τοῖς αὐτόθι φίλοις τῶν Πυθικῶν λόγων ἐνίους ὥσπερ ἀπαρχὰς; ἀποστέλλων, ὁμολογῶ προσδοκᾶν ἑτέρους καὶ πλείονας καὶ βελτίονας παρʼ ὑμῶν, ἅτε δὴ καὶ πόλει χρωμένων μεγάλῃ καὶ σχολῆς μᾶλλον ἐν βιβλίοις πολλοῖς καὶ παντοδαπαῖς διατριβαῖς εὐπορούντων. ὁ δʼ οὖν φίλος Ἀπόλλων ἔοικε τὰς μὲν περὶ τὸν βίον ἀπορίας ἰᾶσθαι καὶ διαλύειν θεμιστεύων τοῖς χρωμένοις, τὰς δὲ περὶ τὸν λόγον αὐτὸς ἐνιέναι καὶ προβάλλειν τῷ φύσει φιλοσόφῳ, τῆ ψυχῇ[*](malim τῷ φύσει φιλοσόφω τῆς ψυχῆς, cf. Vit. Per. c. 1) ὄρεξιν ἐμποιῶν ἀγωγὸν ἐπὶ τὴν ἀλήθειαν, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι καὶ τῇ[*](τῇ R: τῇ περὶ ) τοῦ Ε[*](Ε *: ΕΙ ) καθιερώσει. τοῦτο γὰρ εἰκὸς οὐ κατὰ τύχην οὐδʼ οἷον ἀπὸ κλήρου τῶν γραμμάτων μόνον ἐν προεδρίᾳ παρὰ τῷ θεῷ γενέσθαι καὶ λαβεῖν ἀναθήματος τάξιν ἱεροῦ καὶ θεάματος ἀλλʼ ἢ δύναμιν αὐτοῦ κατιδόντας ἰδίαν καὶ περιττὴν ἢ συμβόλῳ χρωμένους πρὸς ἕτερόν τι τῶν ἀξίων σπουδῆς τοὺς ἐν ἀρχῇ περὶ[*](περὶ] τὰ περὶ Cobetus) τὸν θεὸν φιλοσοφήσαντας, οὕτω προσέσθαι. πολλάκις οὖν ἄλλοτε τὸν λόγον ἐν τῇ σχολῇ προβαλλόμενον ἐκκλίνας ἀτρέμα καὶ παρελθὼν, ἔναγχος ὑπὸ τῶν υἱῶν ἐλήφθην ξένοις τισὶ συμφιλοτιμούμενος, οὓς εὐθὺς ἐκ Δελφῶν ἀπαίρειν μέλλοντας οὐκ ἦν εὐπρεπὲς παράγειν οὐδὲ παραιτεῖσθαι, πάντως ἀκοῦσαί τι προθυμουμένους. ὡς δὲ καθίσας παρὰ[*](παρὰ W: περὶ ) τὸν νεὼν τὰ μὲν αὐτὸς ἠρξάμην ζητεῖν, τὰ δʼ ἐκείνους ἐρωτᾶν, ὑπὸ τοῦ τόπου καὶ τῶν λόγων αὐτῶν ·[*](lacunam significavi. Excidisse vid. ἀνεμνήσθην vel simile quid) ἃ πάλαι ποτὲ καθʼ ὃν καιρὸν ἐπεδήμει Νέρων ἠκούσαμεν Ἀμμωνίου καί τινων ἄλλων διεξιόντων, ἐνταῦθα τῆς αὐτῆς ἀπορίας ὁμοίως ἐμπεσούσης.
- ʼοὐ βούλομαι πλουτοῦντι. δωρεῖσθαι πένης,
- μὴ μʼ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.