De E apud Delphos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἐπὶ τούτοις ἔφην εἰρημένοις πρὸς ὑμᾶς ἓν βραχύ τοῖς περὶ Νίκανδρον ἀείσω ξυνετοῖσι τῇ γὰρ ἕκτῃ τοῦ νέου μηνὸς ὅταν κατάγῃ εἷς[*](κατάγῃ εἶς *: κατάγη εἰς ) τὴν Πυθίαν εἰς τὸ[*](τὸ W: τι ) πρυτανεῖον, ὁ πρῶτος ὑμῖν γίγνεται τῶν τριῶν κλήρων εἰς, τὰ πέντε, πρὸς ἀλλήλους ἐκείνης τὰ τρία τοῦ δὲ τὰ δύο βάλλοντες.[*](εἶς τὰ πέντε - βάλλοντος *: εἰς τὰ πέντε πρὸς ἀλλήλους ἐκείνης τὰ τρία οὐδὲ τὰ δύο βάλλοντες ) ἦ γὰρ οὐχ οὕτως ἔχει; καὶ ὁ Νίκανδρος οὕτως εἶπεν ἡ δʼ αἰτία πρὸς ἑτέρους ἄρρητός ἐστι. οὐκοῦν ἔφην ἐγὼ μειδιάσας ἄχρι οὗ τἀληθὲς; ἡμῖν ὁ θεὸς ἱεροῖς γενομένοις γνῶναι παράσχῃ, προσκείσεται καὶ τοῦτο τοῖς ὑπὲρ τῆς πεμπάδος λεγομένοις. τοιοῦτο μὲν καὶ ὁ τῶν ἀριθμητικῶν καὶ ὁ τῶν μαθηματικῶν ἐγκωμίων τοῦ Ε λόγος, ὡς ἐγὼ μέμνημαι, πέρας ἔσχεν.