De E apud Delphos
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
τὸ δὲ μέγιστον ἔφην δέδια μὴ ῥηθὲν πιέζῃ τὸν Πλάτωνα ἡμῶν, ὡς ἐκεῖνος ἔλεγε πιέζεσθαι τῷ τῆς σελήνης ὀνόματι τὸν Ἀναξαγόραν, παμπάλαιον οὖσαν τινα τὴν περὶ τῶν φωτισμῶν δόξαν
αὑτοῦ, ἰδίαν ποιούμενον.[*](ἰδίαν αὐτοῦ?) ἦ γὰρ οὐ ταῦτʼ εἴρηκεν ἐν Κρατύλῳ;[*](Κρατύλῳ] p. 409 a) πάνυ μὲν οὖν ὁ Εὔστροφος ἔφη, τί δʼ ὅμοιον πέφυκεν οὐ συνορῶ. καὶ μὴν οἶσθα δήπουθεν, ὅτι πέντε μὲν ἐν Σοφιστῇ[*](Σοφιστῇ] p. 256 c) τὰς κυριωτάτας· ἀποδείκνυσιν ἀρχάς, τὸ ὂν τὸ ταὐτὸν τὸ ἕτερον, τέταρτον δὲ καὶ πέμπτον ἐπὶ τούτοις κίνησιν καὶ στάσιν. ἄλλῳ δʼ αὖ τρόπῳ διαιρέσεως ἐν Φιλήβῳ[*](Φιλήβῳ] p. 23 c) χρώμενος, ἓν μὲν εἶναί φησι τὸ ἄπειρον ἕτερον δὲ τὸ[*](τὸ *) πέρας· τούτων δὲ μιγνυμένων πᾶσαν συνίστασθαι γένεσιν. αἰτίαν δʼ, ὑφʼ ἧς μίγνυται, τέταρτον γένος τίθεται· καὶ πέμπτον ἡμῖν ὑπονοεῖν ἀπολέλοιπεν, ᾧ τὰ μιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν. τεκμαίρομαι δὲ ταῦτʼ ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲν ὄντος τὸ γιγνόμενον, κινήσεως δὲ τὸ ἄπειρον, τὸ δὲ πέρας τῆς στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρου δὲ τὴν διακρίνουσαν. εἰ δʼ ἕτερα ταῦτʼ ἐστί, κἀκείνως ἂν εἴη καὶ οὕτως ἐν πέντε γένεσι[*](γένεσι Turnebus: γενέσεσι ) καὶ διαφοραῖς. πυθόμενος,[*](πυθόμενος] αἶς πειθόμενος W) φήσει δή τις, ταῦτα πρότερος[*](ἢ πρότερος Duebnerus) συνιδὼν Πλάτωνος, δύο[*](δύο] δοκεῖ τὸ W) Ε καθιέρωσε τῷ θεῷ, δήλωμα καὶ σύμβολον τοῦ ἀριθμοῦ τῶν πάντων[*](cf. Plat. Phileb. p. 66 c) ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν πέντε γένεσι φανταζόμενον κατανοήσας, ὧν πρῶτόν ἐστι τὸ μέτριον δεύτερον δὲ τὸ σύμμετρον, καὶ τρίτον ὁ νοῦς καὶ τέταρτον αἱ περὶ ψυχὴν ἐπιστῆμαι καὶ τέχναι καὶ δόξαι ἀληθεῖς, πέμπτον[*](πέμπτον δʼ an καὶ πέμπτον?) εἴ τις ἡδονὴ καθαρὰ καὶ πρὸς τὸ λυποῦν ἄκρατος, ἐνταῦθα λήγει τὸ Ὀρφικὸν ὑπειπώνἕκτῃ δʼ ἐν γενεῇ καταπαύσατε θεσμὸν[*](θεσμὸν Badhamus: θυμὸν (κόσμον Plato)) ἀοιδῆς.