De Iside et Osiride
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
στολαὶ δʼ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν· ἡ δʼ Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλʼ ἓν ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην[*](ταύτην Marklandus: ταῦτα ) ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δʼ Ἰσιακαῖς[*](ταῖς δʼ Ἰσιακαῖς idem: τοῖς δʼ ἰσιακοῖς ) χρῶνται πολλάκις· ἐν
χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν[*](αὑτῶν Holwerda: αὐτῶν ) ἄλλοτʼ ἄλλως ἀμειβομένων δίδωσιν. ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ[*](ἁπλοῦ Emperius: ἁγίου ) νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς[*](τῇ ψυχῇ Marklandus) ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε.[*](παρέσχε Bentleius: προσέσχε ) διὸ καὶ Πλάτων[*](Πλάτων] Symp. p. 210a) καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ[*](ὡς οἱ] καὶ ὅσοι Halmius) τὰ δοξαστὰ καὶ μικτὰ καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, καὶ θιγόντες ἁπλῶς[*](ἁπλῶς R: ἄλλως ) τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ[*](ἐντελῆ] ἐν τελετῇ R) τέλος ἔχειν φιλοσοφίαν[*](φιλοσοφίας R) νομίζουσι.