De Iside et Osiride

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδʼ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα[*](αἴνιγμα] μίμημα M) τοῦ θείου κατιδόντες; ἠξίουν ἀμελεῖν οὐδὲν οὐδʼ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν ἰδιότητας ἀγαπητέον[*](ἀγαπητέον *: κατὰ τὸ ἧθος ἀγαπητέον ) οὖν,[*](οὖν] εἶναι?) οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ φύσει γεγονότων, ὡς[*](ὡς] καὶ?) ὄργανον ἢ τέχνην ἀεὶ[*](τέχνην ἀεὶ] τέχνημα δεῖν?) τοῦ πάντα κοσμοῦντος; θεοῦ νομίζειν· καὶ ὅλως[*](καὶ ὅλως Bentleius: καλῶς ) ἀξιοῦν γε[*](γε R: τε ) μηδὲν ἄψυχον ἐμψύχου μηδʼ ἀναίσθητον αἰσθανομένου

κρεῖττον εἶναι, μηδʼ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις[*](χρόαις *: χροιαῖς ) γὰρ οὐδʼ ἐν σχήμασιν οὐδʼ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλʼ ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων φύσις κάλλους τʼ[*](κάλλους τʼ Papabasiliu coll. Plat. Phaedr. p. 251 b: ἄλλως τε ) ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, ὅτῳ[*](ὅτῳ Marklandus: ὅπως ) κυβερνᾶται τὸ[*](τὸ Bentleius: τό τε ) σύμπαν καθʼ Ἡράκλειτον.[*](Ἡράκλειτον] Mullach. 1 p. 323) ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς[*](χαλχοῖς Salmasius: χαλκείοις ) καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις,[*](πηρώσεις Emperius) αἰσθήσεως; δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω μάλιστα τῶν λεγομένων.