Parallela minora

Plutarch

Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἐξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δʼ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμφανεῖσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρὸς ἄνομον κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς ὡς Σώστρατος ἐν δευτέρᾳ Τυρρηνικῶν.

Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ ἴσους ἄρρενας, τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ

δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.

Ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοκλῆς ἐν δευτέρᾳ Παραδόξων.

Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασαν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος ἐν τρίτῳ Ἰταλικῶν.