Parallela minora

Plutarch

Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

Ἄρης Ἀλθαίᾳ συνῆλθε καὶ Μελέαγρον ποιήσας ὡς Εὐριπίδης ἐν Μελεάγρῳ.

Σεπτίμιός Μάρκελλος γήμας Σιλουίαν πολλὰ κυνηγίῳ προσέκειτο· τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν ὅστις ἦν καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. ἀπέτεκεν οὖν Σεπτιμίῳ Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς μόνης ἠμέλησε Δήμητρος. ἡ δὲ κάπρον ἔπεμψε. συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε. Σκυμβράτης δὲ καὶ Μουθίας οἱ ι μητράδελφοι περιείλοντο τῆς κόρης. ἀγανακτήσας δʼ ἀνεῖλε τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν.

Τελαμών ὁ Αἰακοῦ καὶ Ἐνδηίδος ἐλθὼν εἰς Εὔβοιαν διέφθειρε τὴν Ἀλκοθόου Ἐρίβοιαν καὶ νυκτὸς ἔφυγεν. ὁ δὲ πατὴρ αἰσθόμενος καὶ

τῶν πολιτῶν τινα ὑποπτεύσας ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων. ὁ δʼ ἐλεήσας ἀπημπόλησε· προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι Τελαμὼν ὠνήσατο ἡ δʼ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν.

Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν ἀπὸ τῆς Πατρίδος· ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος. ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι· ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου πιπράσκεται· καὶ κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο ἐξ αὐτῆς Κόντρουσκον.