Parallela minora

Plutarch

Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

Ἐρεχθεὺς πρὸς Εὔμολπον πολεμῶν ἔμαθε νικῆσαι, ἐὰν τὴν θυγατέρα προθύσῃ, καὶ συγκοινωνήσας τῇ γυναικὶ Πραξιθέᾳ προέθυσε τὴν παῖδα. μέμνηται Εὐριπίδης ἐν Ἐρεχθεῖ.

Μάριος πρὸς Κίμβρους πόλεμον ἔχων καὶ ἡττώμενος ὄναρ εἶδεν ὅτι νικήσει, ἐὰν τὴν θυγατέρα προθύσῃ· ἦν δʼ αὐτῷ Καλπουρνία· προκρίνας δὲ τῆς φύσεως τοὺς πολίτας ἔδρασε καὶ ἐνίκησε. καὶ ἔτι καὶ νῦν βωμοὶ εἰσὶ δύο ἐν Γερμανίᾳ, οἳ κατʼ ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν ὡς Δωρόθεος ἐν τετάρτῳ Ἰταλικῶν.

Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς ἐξῄει· ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθʼ ἑτέρας, κατʼ ἴχνος ἠκολούθησε τῷ Κυανίππῳ· καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ, τὸ μέλλον

ἀπεκαραδόκει. τῶν δὲ κλάδων σεισθέντων οἱ κύνες θηρίον εἶναι δόξαντες ὥρμησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου διεσπάραξαν. ὁ δὲ Κυάνιππος τῆς ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν· ὡς Παρθένιος ὁ ποιητής.

ἐν Συβάρει πόλει τῆς Ἰταλίας νέος περίβλεπτος τὸ κάλλος Αἰμίλιος φιλοκύνηγος ἦν ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν.

σμύρνα Κινύρου θυγάτηρ διὰ μῆνιν Ἀφροδίτης ἠράσθη τοῦ γεννήσαντος, καὶ τῇ τροφῷ τὴν ἀνάγκην τοῦ ἔρωτος ἐδήλωσεν· ἡ δὲ δόλῳ ὑπῆγε τὸν δεσπότην ἔφη γὰρ γείτονα παρθένον ἐρᾶν αὐτοῦ καὶ αἰσχύνεσθαι ἐν φανερῷ προσιέναι. ὁ δὲ συνῄει. ποτὲ δὲ θελήσας τὴν ἐρῶσαν μαθεῖν φῶς ᾔτησεν, ἰδὼν δὲ ξιφήρης τὴν ἀσελγεστάτην ἐδίωκεν. ἡ δὲ κατὰ πρόνοιαν Ἀφροδίτης εἰς ὁμώνυμον δένδρον μετεμορφώθη· καθὰ Θεόδωρος ἐν ταῖς Μεταμορφώσεσιν.

Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτης

ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς τῇ τροφῷ ἀνειοίνωσεν· ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα ὡς αἰδεῖται κατʼ ὅφιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι τινα παρθένον. καὶ οἰνωθεὶς ὁ πατὴρ ᾔτει φῶς, ἡ δὲ τροφὸς φθάσασα διήγειρεν, ἥτις ἐπὶ τὰς ἀγροικίας ᾔει ἐγκύμων τυγχάνουσα· ποτὲ δὲ κατὰ κρημνῶν ἐνεχθείσης, τὸ βρέφος ἔζη· κατιοῦσα δʼ ἐγκύμων κατέστη καὶ εἰς τὸν ὡρισμένον χρόνον ἐγέννησεν Αἰγίπανα, κατὰ τὴν Ῥω - μαίων φωνὴν Σιλουᾶνον. ὁ δὲ Οὐαλέριος ἀθυμήσας κατὰ τῶν αὐτῶν ἔρριψε κρημνῶν ὡς Ἀριστείδης Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν.

μετὰ τὴν Ἰλίου πόρθησιν ἐξεβράσθη Διομήδης εἰς Λιβύην, ἔνθα Λύκος ἦν βασιλεὺς ἔθος ἔχων τοὺς ξένους Ἄρει τῷ πατρὶ θύειν. Καλλιρρόη δὲ ἡ θυγάτηρ ἐρασθεῖσα Διομήδους τὸν πατέρα προέδωκε, καὶ τὸν Διομήδην ἔσῳσε λύσασα τῶν δεσμῶν ὁ δὲ ἀμελήσας τῆς εὐεργέτιδος ἀπέπλευσεν ἡ δὲ βρόχῳ ἐτελεύτησεν ὡς Ἰόβας ἐν τρίτῃ Λιβυκῶν.

Καλπούρνιος Κράσσος ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρατευόμενος, ἐπέμφθη εἰς Μασσύλους πορθήσων φρούριόν τι δυσάλωτον τοὔνομα Γαραίτιον. αἰχμάλωτος δὲ ληφθεὶς ἔμελλε θύεσθαι τῷ Κρόνῳ. Βισαλτία δέ, τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πατέρα καὶ νικηφόρον

ἐκεῖνον ἐποίησεν. ἀναστρέψαντος δʼ αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτὴν ὡς Ἡσιάναξ ἐν τρίτῳ Λιβυκῶν.

Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν, ὡς ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις. ὁ δὲ μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι ταῖς χερσὶν ἐξετύφλωσεν· ὡς Εὐριπίδης ὁ τραγῳδοποιός.

Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. ὁ δὲ νενίκηκεν. ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.

Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν. ὁ δὲ πατὴρ ἐφυγάδευσεν ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων.

Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον

τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας νόθον· ὁ Ῥῆσος οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν· ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.

Ἄρης Ἀλθαίᾳ συνῆλθε καὶ Μελέαγρον ποιήσας ὡς Εὐριπίδης ἐν Μελεάγρῳ.

Σεπτίμιός Μάρκελλος γήμας Σιλουίαν πολλὰ κυνηγίῳ προσέκειτο· τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν ὅστις ἦν καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. ἀπέτεκεν οὖν Σεπτιμίῳ Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς μόνης ἠμέλησε Δήμητρος. ἡ δὲ κάπρον ἔπεμψε. συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε. Σκυμβράτης δὲ καὶ Μουθίας οἱ ι μητράδελφοι περιείλοντο τῆς κόρης. ἀγανακτήσας δʼ ἀνεῖλε τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν.

Τελαμών ὁ Αἰακοῦ καὶ Ἐνδηίδος ἐλθὼν εἰς Εὔβοιαν διέφθειρε τὴν Ἀλκοθόου Ἐρίβοιαν καὶ νυκτὸς ἔφυγεν. ὁ δὲ πατὴρ αἰσθόμενος καὶ

τῶν πολιτῶν τινα ὑποπτεύσας ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων. ὁ δʼ ἐλεήσας ἀπημπόλησε· προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι Τελαμὼν ὠνήσατο ἡ δʼ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν.

Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν ἀπὸ τῆς Πατρίδος· ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος. ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι· ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου πιπράσκεται· καὶ κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο ἐξ αὐτῆς Κόντρουσκον.

Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἐξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δʼ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμφανεῖσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρὸς ἄνομον κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς ὡς Σώστρατος ἐν δευτέρᾳ Τυρρηνικῶν.

Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ ἴσους ἄρρενας, τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ

δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.

Ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοκλῆς ἐν δευτέρᾳ Παραδόξων.

Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασαν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος ἐν τρίτῳ Ἰταλικῶν.

Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ, δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντʼ ἐλευθέρων πέμπειν.ʼ ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐνʼ ʼαἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν.

Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. ἡ δὲ Ῥητᾶνα αὕτη γὰρ ἦν τοῦτο συμβουλεύσασα ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δʼ ἐπελθόντες ἐνίκησαν. ἀφʼ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· ὡς ἈριστείδηςΜιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.

Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης Πύρανδρος ταμίας τῶν δημοσίων ὑπέσπασε τὸ μέτρον φειδωλῶς χρώμενος· οἱ δʼ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν· ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν.

Ῥωμαίων πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε· Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.

ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ΠεισίστρατοςὈρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δʼ εὐτελεῖς ἐφίλει. ἐβουλεύσαντο δὲ οἱ ἐν τῇ βουλῇ φονεῦσαι, καὶ διακόψαντες αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον, καὶ τὴν γῆν ἔξυσαν. ὁ δὲ δημότης

ὄχλος ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν. ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως Τλησίμαχος εἰδὼς τὴν συνωμοσίαν ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθʼ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου κεκτημένον. καὶ οὕτως ἠπατήθη ὁ ὄχλος· ὡς Θεόφιλος ἐν δευτέρῳ Πελοποννησιακῶν.

διά τοὺς ἀστυγείτονας πολέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε· Ῥωμύλος δὲ ὁ βασιλεὺς βαρέως ἐνεγκὼν τῷ δήμῳ ἀπέδωκε· πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν. οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ καὶ διακόψαντες εἰς τοὺς κόλπους ἔβαλον. Ῥωμαῖοι δὲ μετὰ πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον. Ἰούλιος δὲ Πρόκλος τῶν ἐπισήμων ἀνὴρ εἶπε τὸν Ῥωμύλον ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν τε γεγενῆσθαι. Ῥωμαῖοι δὲ πιστεύσαντες ἀνεχώρησαν ὡς Ἀριστόβουλος ἐν τρίτῳ Ἰταλικῶν.

Πέλοψ Ταντάλου καὶ Εὐρυανάσσης γήμας Ἱπποδάμειαν ἔσχεν Ἀτρέα καὶ Θυέστην, ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε. Λάιος δὲ ὁ Θηβαῖος ἐπιθυμήσας ἥρπασεν αὐτόν. καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδάμεια δʼ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν

αὐτόν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας. τῶν δʼ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. νυκτὸς γὰρ βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον ἐγκαταπήγνυσι τὸ ξίφος. ὑπονοηθεὶς δὲ ὁ Λάιος διὰ τὸ ξίφος ῥύεται ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος· ὁ δὲ θάψας τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν Πελοπίδαις.

Ἤβιος Τολίειξ γήμας Νουκερίαν ἔσχε δύο παῖδας ἐκ ταύτης. ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε. ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως διακειμένη τοὺς παῖδας ἀνέπειθεν αὐτὸν ἀναιρεῖν. τῶν δʼ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνείργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος. τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. ὁ δὲ τοῦτον θάψας τὴν γυναῖκα ἐφυγάδευσεν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

Θησεὺς ταῖς ἀληθείαις παῖς Ποσειδῶνος, ἔχων δὲ ἐξ Ἱππολύτης Ἀμαζόνος Ἱππόλυτον, ἐπέγημε μητρυιὰν Φαίδραν τὴν Μίνωος, ἥτις τοῦ προγόνου εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τὴν τροφὸν ἔπεμψεν· ὁ δὲ καταλείψας Ἀθήνας καὶ εἰς Τροιζῆνα παραγενόμενος κυνηγεσίαις προσανέκειτο. τῆς δὲ προαιρέσεως ἡ ἀσελγὴς ἀποτυχοῦσα ψευδεῖς κατὰ

τοῦ σώφρονος ἐπιστολὰς ἐχάραξε καὶ βρόχῳ τὸ ζῆν ἀνήρτησε. Θησεὺς δὲ πιστεύσας ᾐτήσατο παρὰ Ποσειδῶνος ἀπολέσθαι τὸν Ἱππόλυτον, ἐκ τῶν τριῶν εὐχῶν ἃς εἶχε παρʼ αὐτοῦ. ὁ δὲ παρʼ αἰγιαλὸν ἐπὶ ἅρματος τυχόντι ταῦρον ἔπεμψε καὶ ἐπτόησε τοὺς ἵππους, οἳ συνέτριψαν τὸν Ἱππόλυτον.

Κομμίνιος Σοῦπερ Λαυρεντῖνος ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον ἐπήγαγε μητρυιὰν Γινδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς·. ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐκγλήματα καὶ τῷ ζήλῳ πιστεύσας ἐπεκαλέσατο τὸν Ποσειδῶνα. ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύωσιν Ἑλένης δέ ποτε κληρωθείσης καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν καθῆκεν· ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας· ὡς Ἀριστόδημος ἐν τρίτῃ μυθικῇ συναγωγῇ.

λοιμοῦ κατασχόντος Φαλερίους καὶ φθορᾶς

γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινόν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατʼ ἐνιαυτόν. ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης κατὰ κλῆρον λαχομένη Οὐαλερία Λουπέρκα σπασαμένη τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφῦραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκομένῃ. νοήσασα δὲ ἡ παρθένος καὶ τὴν βοῦν θύσασα καὶ τὴν σφῦραν ἄρασα, κατʼ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα. ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται· ὡς Ἀριστείδης ἐν ἐννεακαιδεκάτῳἸταλικῶν.

Φυλονόμη Νυκτίμου καὶ Ἀρκαδίας θυγάτηρ ἐκυνήγει σὺν τῇ Ἀρτέμιδι· Ἄρης δʼ ἐν σχήματι ποιμένος ἔγκυον ἐποίησεν. ἡ δὲ τεκοῦσα διδύμους παῖδας καὶ φοβουμένη τὸν πατέρα ἔρριψεν εἰς τὸν Ἐρύμανθον. οἱ δὲ κατὰ πρόνοιαν ἀκινδύνως περιφερόμενοι προσηνέχθησαν ἐν κοίλῃ δρυΐ· λύκαινα δʼ ἐμφωλεύουσα τοὺς μὲν ἰδίους σκύμνους εἰς τὸν ῥοῦν ἔρριψε, τοῖς δὲ βρέφεσι θηλὴν παρέσχε, Γύλιφος δὲ ποιμὴν αὐτόπτης γενόμενος καὶ ἀναλαβὼν τοὺς παῖδας ὡς ἰδίους ἔθρεψε, τὸν μὲν καλέσας Λύκαστον τὸν δὲ Παρράσιον, τοὺς διαδεξαμένους τὴν βασιλείαν τῶν Ἀρκάδων ὡς Ζώπυρος Βυζάντιος ἐν τῷ τρίτῳ Ἱστορικῶν.

Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελφὸν τυραννικῶς διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ κυνηγίᾳ

ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἢ Ἰλίαν τῆς Ἥρας ἱέρειαν ἐποιήσατο. ταύτην Ἄρης ἐγκύμονα ποιεῖ· ἡ δʼ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν. ὁ δὲ φοβηθεὶς ἀμφοτέρους κατεπόντισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως. οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα νεοτόκος· καὶ τοὺς μὲν σκύμνους ἔρριψε, τὰ δὲ βρέφη ἔτρεφε. Φαῦστος δὲ ποιμὴν αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν Ῥῶμον τὸν δὲ Ῥωμύλον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.

μετὰ τὴν Ἰλίου ἅλωσιν Ἀγαμέμνων μετὰ Κασάνδρας ἀνῃρέθη. Ὀρέστης δὲ παρὰ Στροφίῳ ἀνατραφεὶς τοὺς φονεῖς τοῦ πατρὸς ἐτιμωρήσατο· ὡς Πύρανδρος ἐν τετάρτῳ Πελοποννησιακῶν.

Φάβιος Φαβρικιανὸς τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυνιτῶν, τὴν παρʼ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου τοὔνομα Πετρωνίου Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ θυγάτηρ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο καὶ ἔπεμψε κρύφα τραφησόμενον. ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου ὡς ἱστορεῖ Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε. μετῆλθε δʼ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Σάμιος.

Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων διʼ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς καὶ τοὺς ξένους τῷ γεννήσαντι ἔθυεν· ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρκυλλος ἐν τρίτῳ Ἰταλικῶν.

Φάλαρις Ἀκραγαντίνων τύραννος ἀποτόμως τοὺς παριόντας ξένους ἐστρέβλου καὶ ἐκόλαζε. Πέριλλος δὲ τῇ τέχνῃ χαλκουργὸς δάμαλιν κατασκευάσας χαλκῆν ἔδωκε τῷ βασιλεῖ, ὡς ἂν τοὺς ξένους κατακαίῃ ζῶντας ἐν αὐτῇ· ὁ δὲ μόνον τότε γενόμενος δίκαιος αὐτὸν ἐνέβαλεν. ἐδόκει ι δὲ μυκηθμὸν ἀναδιδόναι ἡ δάμαλις· ὡς ἐν δευτέρῳ Αἰτίων.

ἐν Ἀιγέστηι πόλει τῆς Σικελίας ἐγένετό τις ὠμὸς τύραννος Αἰμίλιος Κενσωρῖνος. οὗτος τοὺς καινότερα βασανιστήρια κατασκευάσαντας ἐδωροδόκει. εἷς δέ τις Ἀρούντιος Πατέρκουλος δημιουρ γήσας ἵππον χαλκοῦν τῷ προειρημένῳ δῶρον ἔδωκεν, ʼἵν’ ἐμβάλλῃ ἀστούς. ὁ δὲ τότε πρῶτον

νομίμως ἀναστραφεὶς τὸν χαρισάμενον πρότερον ἔβαλεν ὡς ἄν, ἣν ἐπενόησε βάσανον ἄλλοις, αὐτὸς πάθῃ πρῶτος. τοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηίου ὄρους ἔρριψε. καὶ δοκοῦσιν οἱ ἀποτόμως βασιλεύσαντες ἀπʼ ἐκείνου Αἰμίλιοι προσαγορεύεσθαι· ὡς Ἀριστείδης ἐν τετάρτῳ Ἰταλικῶν.