Parallela minora
Plutarch
Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
εὔηνος Ἄρεος καὶ Στερόπης τὴν Οἰνομάου γήμας Ἀλκίππην ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει. καὶ Ἴδας ὁ Ἀφαρέως ἀρπάσας ἐκ χοροῦ ἔφυγεν. ὁ δὲ πατὴρ διώξας καὶ μὴ συλλαβὼν εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν καὶ ἀθάνατος ἐγένετο ὡς Δοσίθεος ἐν πρώτῳ Αἰτωλικῶν.
Ἄννιος δὲ Τούσκων βασιλεὺς ἔχων θυγατέρα εὔμορφον τοὔνομα Σαλίαν, παρθένον ἐτήρει. Κάθητος δʼ ἐκ τῶν ἐπισήμων ἰδὼν τὴν παρθένον παίζουσαν ἠράσθη, καὶ μὴ στέγων τὸν ἔρωτα ἥρπασε καὶ ἦγεν εἰς Ῥώμην. ὁ δὲ πατὴρ ἐπιδιώξας καὶ μὴ συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον ποταμόν, ὃς Ἀνίων μετωνομάσθη· τῇ δὲ Σαλίᾳ συγγενόμενος Κάθητος ἐποιήσατο Λατῖνον καὶ Σάλιον, ἀφʼ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος· ὡς Ἀριστείδης Μιλήσιος καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τρίτῳ Ἰταλικῶν.
Ἡγησίστρατος ἀνὴρ Ἐφέσιος ἐμφύλιον φόνον
δράσας ἔφυγεν εἰς Δελφοὺς καὶ ἠρώτα τὸν θεὸν ποῦ οἰκήσειεν. ὁ δʼ Ἀπόλλων ἀνεῖλεν ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς ἐλαίας ἐστεφανωμένους. γενόμενος δὲ κατά τινα τόπον τῆς Ἀσίας καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανωμένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν καὶ ἐκάλεσεν Ἐλαιοῦντα· ὡς Πυθοκλῆς ὁ Σάμιος ἐν τρίτῳ Γεωργικῶν.Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης ἐπʼ ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς ἔμαθε πόλιν κτίσαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύοντας. γενόμενος δὲ κατά τινα τόπον τῆς Ἰταλίας καὶ θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι παραγώγως Πραίνεστον καλοῦσιν· ὡς ἱστορεῖ πελ Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.