Quaestiones Graecae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν·

Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος; [*](τόπος οὕτω προσαγορευόμενος] del. Herwerdenus)ʼ ʼἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δʼ υἱὸν Ἐφίππου [*](Ἐφίππου] del. W) Ἀκέστορα Ποίμανδρος τοίνυν ὁ Ἐφίππου [*](Ἐφίππου] del. W) πατήρ, ἔτι τῆς· Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν ἐτείχισε. παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων διαφαυλίζων τὰ ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον. ὀργισθεὶς ὁ [*](ὁ] οὖν ὁ?) Ποίμανδρος ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ παλαιοῦ, νυκτελίοις ἱεροῖς ἐπικείμενος· τοῦτον ἀνασπάσας ὑπʼ ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν Πολυκρίθου διήμαρτε, Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν. ἔδει μὲν οὖν κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον γενόμενον· οὐκ ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς· τὴν Ταναγρικὴν [*](Ταναγρικὴν *: ταναγραϊκὴν ) τῶν Ἀχαιῶν. ἔπεμψεν οὖν Ἔφιππον τὸν υἱὸν Ἀχιλλέως δεησόμενον. ὁ δὲ καὶ τοῦτον εἰσάγει πείσας καὶ Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς ἅπαντας αὑτῶν ὄντας. ὑφʼ ὧν ὁ Ποίμανδρος εἰς Χαλκίδα συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρʼ Ἐλεφήνορι τὸν φόνον, ἐτίμησε τοὺς ἄνδρας καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν.

τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες

αἱ Ὀλεῖαι;ʼ [*](αἱ Ὀλεῖαι M: αἰολεῖαι ) τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης [*](Λευκίππης λαχούσης] Λευκίππην λαχοῦσαν?), παρασχεῖν Ἵππασον τὸν υἱὸν διασπάσασθαι· καὶ κληθῆναι [*](καὶ κληθῆναι *: κληθῆναι ) τοὺς μὲν ἄνδρας αὐτῶν δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους ψολόεις, αὐτὰς δὲ ὀλείας οἷον ὀλοάς. [*](αὐτὰς - ὀλοάς M: τὰς αἰολείας οἰωνολόας ) καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. καὶ γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου ξίφος ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν Ζωίλος ὁ ἱερεύς. ἀπέβη δʼ εἰς οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε Ζωίλος ἐκ τοῦ τυχόντος ἑλκειδίου νοσήσας καὶ διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, οἳ τʼ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.