Quaestiones Graecae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις ἴωμεν εἰς Ἀθήνας; Κρῆτὰς

φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικῆσαι, ἔπειτα τῆς Θρᾴκης; τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμιγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρʼ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ἴωμεν εἰς Ἀθήνας

διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς αὐτάς ἔχει δʼ οὕτως ὁ ὕμνος ἐλθεῖν, [*](ἐλθεῖν] Bergk 3 p. 656) ἣρω Διόνυσε, Ἀλείων [*](Ἀλείων idem: ἅλιον ) ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ θύων. εἶτα δὶς ἐπᾴδουσιν ἄξιε ταῦρἐ; ʼ πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεόν, ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ λέγουσιν, ὡς βοῶπιν ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ βουγάιον τὸν μεγάλαυχον; [*](cf. Hom. A 551 passim. N 824) ἢ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής; ἐστι τὸ δὲ κερασφόρον [*](κερασφόρον] κέρας σφοδρὸν καὶ Patzigius. An κέρας φοβερὸν καὶ?) ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον; ἢ ὅτι καὶ ἀρότου [*](ἀρότου W: ἀρότρου ) καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;