Quaestiones Graecae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε
πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίειςἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος; τὴν Καλαύρειαν [*](Καλαύρειαν *: Καλαυρίαν ) Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθην [*](Ἀνθην] Ἀνθον?) καὶ Ὑπέρην αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δʼ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,
ταῦτα μὲν ὁ Ἀριστοτέλης. [*](Ἀριστοτέλης] Fragm. 555) ὁ δὲ Μνασιγείτων φησὶν Ὑπέρης ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴνὙπέρην κατὰ ζήτησιν αὐτοῦ πλανωμένην εἰς Φερὰς πρὸς Ἄκαστον [*](Ἀκαστον Bryanus: ἄκαστον ἢ ἄδραστον ) ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ
- πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
- οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον οἶνον ἔπινες
πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.
τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος; Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε
καὶ Βίας ὁ σοφὸς εἰς; Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς; δὲ Πριηνέων γυναιξὶν ὠμοῦ [*](ὠμοῦ Madvigius: ὁμοῦ ) τοῦ πάθους τούτου καὶ τῆς; συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων ὁ παρὰ τῇ δρυῒ σκότος διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.