Quaestiones Graecae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τίς ὁ δορίξενος; τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο δʼ Ἡραεῖς καὶ Πιραεῖς καὶ

Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι. [*](Τριποδίσκιοι Herwerdenus: τριποδισκαῖσι ) τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, ὅμως διʼ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς. τοὺς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δʼ ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτʼ ἐλάμβανον ἀφέντες. πρότερον δʼ οὐκ εἰσέπραττον, ἀλλʼ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου δορίξενος προσαγορευόμενος· ὁ δʼ ἀποστερήσας οὐ μόνον παρὰ τοῖς· πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.

τίς ἡ παλιντοκία; Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες, ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν πολιτείαν· εἶτα πολλὴν κατὰ Πλάτωνα [*](Πλάτωνα] Rep. p. 562 d) καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, διαφθαρέντες παντάπασι τὰ τʼ ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθʼ ὕβρεως ἐχρῶντο πᾶσι. τέλος δὲ δόγμα θέμενοι, τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχανον, παλιντοκίαν τὸ γιγνόμενον προσαγορεύσαντες.