Quaestiones Romanae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί τοὺς ἀπεγνωσμένους [*](ἀπεγνωσμένους] πατεγνωσμένους W) ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι φουρκίφερας καλοῦσιν;ʼ ἦ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνοὺς
τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως; διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπόν τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγγμα, Ῥωμαῖοι δὲ φοῦρκαν ὀνομάζουσι· διὸ καὶ φουρκίφερ ὁ τοῦτο περιενεγκὼν καλεῖται.διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ· κέρατι προσδέουσιν;ʼ ἦ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς [*](Σοφοκλῆς] Nauck p. 249) πεποίηκε
διὸ καὶ Μάρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.
- σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ,
- γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης.
[*](πλήρης] add. ἀεί Cobetus)
διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;ʼ ἦ καθάπερ οἱ Πυθαγορικοὶ μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες ἐπὶ χοίνικος καθῆσθαι καὶ πῦρ μαχαίρᾳ μὴ σκαλεύειν οὕτως οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ
μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἀποπνεόμενον. [*](ἀποπνεόμενον] ἐπιπνεόμενον Madvigius) πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων, ἀλλὰ νηνεμίας καὶ καταστάσεως, ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι.