Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί λικτώρεις τοὺς ῥαβδούχους ὀνομάζουσι;ʼ πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες τὸ δὲ δεσμεύειν ἀλλιγᾶρε λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι λιγᾶρε ʼ· ἢ νῦν μὲν παρέγκειται τὸ κ, πρότερον δὲ λιτώρεις ἐκαλοῦντο, λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε.

διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;ʼ πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα Φεβρουάριον καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην φεβράτην, [*](φεβράτιν mei codd.) καὶ φεβράριν [*](φεβράσιν] φεβρουάρε Pantazides) τὸ τῶν σκυτῶν ἤθει [*](τῶν σκυτῶν ἤθει] τῶν συνήθων σκύτει?) καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων

πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;

διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι ;ʼ πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν ἐστιν ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως· ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;