Quaestiones Romanae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι ;ʼ πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν ἐστιν ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως· ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;
διὰ τί τοὺς ἀπεγνωσμένους [*](ἀπεγνωσμένους] πατεγνωσμένους W) ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι φουρκίφερας καλοῦσιν;ʼ ἦ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνοὺς
τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως; διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπόν τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγγμα, Ῥωμαῖοι δὲ φοῦρκαν ὀνομάζουσι· διὸ καὶ φουρκίφερ ὁ τοῦτο περιενεγκὼν καλεῖται.διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ· κέρατι προσδέουσιν;ʼ ἦ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς [*](Σοφοκλῆς] Nauck p. 249) πεποίηκε
διὸ καὶ Μάρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.
- σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ,
- γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης.
[*](πλήρης] add. ἀεί Cobetus)
διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;ʼ ἦ καθάπερ οἱ Πυθαγορικοὶ μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες ἐπὶ χοίνικος καθῆσθαι καὶ πῦρ μαχαίρᾳ μὴ σκαλεύειν οὕτως οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ
μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἀποπνεόμενον. [*](ἀποπνεόμενον] ἐπιπνεόμενον Madvigius) πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων, ἀλλὰ νηνεμίας καὶ καταστάσεως, ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι.διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι[*](καθέζεσθαι W: καθίζεσθαι ) πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήτʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος· ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς τις εἶναι καὶ μιασμὸς τοῦ σώματος.