Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;ʼ πότερον

αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν [*](ὑπολείπειν?) καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖν [*](δεῖ?) κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;

διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει μετὰ φωτὸς; ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;ʼ πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις [*](νομίμοις X: νόμοις ) αἰσχύνης τινὸς προσούσης;

διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος καλεῖται ἦ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων,

κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν;

διὰ τί λικτώρεις τοὺς ῥαβδούχους ὀνομάζουσι;ʼ πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες τὸ δὲ δεσμεύειν ἀλλιγᾶρε λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι λιγᾶρε ʼ· ἢ νῦν μὲν παρέγκειται τὸ κ, πρότερον δὲ λιτώρεις ἐκαλοῦντο, λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε.

διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;ʼ πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα Φεβρουάριον καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην φεβράτην, [*](φεβράτιν mei codd.) καὶ φεβράριν [*](φεβράσιν] φεβρουάρε Pantazides) τὸ τῶν σκυτῶν ἤθει [*](τῶν σκυτῶν ἤθει] τῶν συνήθων σκύτει?) καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων

πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;