Quaestiones Romanae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
διὰ τί τὸ τελούμενον εἰς θέας Λοῦκαρ καλοῦσιν;
ἢ ὅτι πολλὰ ἔστιν ἄλση [*](ἄλση Xylander: ἄλλα.) περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι λούκους, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας ἀνήλισκον;
διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν;
ἢ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας φησί, τοῖς τὰς αὑτῶν φρατρίας ἀγνοοῦσιν; ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν;
διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν;
ἢ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος [*](οὗτος] ὁ Ὄρθος Wehl.) αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχʼ ὡς [*](ὡς Naber: καὶ.) ὁ Κέρβερος καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.