Quaestiones Romanae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ παλαιόν;
ἢ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.
διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας;
πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν;
ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, [*](Φλαμινίκαν Xylander: φλαμινίβαν.) ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην.
ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν.
ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν
οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.
- ἀλλʼ ἦ [*](ἦ Kvičala and F.C.B.: ἤ.) τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
- ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.
διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν;
ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ
πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν.ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου;
ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο [*](ἀνῆπτο E: ἀνῆπτον.); Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ δόρυ κύριν [*](κύριν Aldine ed. and Xylander: κοῦριν.) ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον ὀνομασθῆναι τὸν Ἐνυάλιον.