Quaestiones Romanae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

διὰ τί λικτώρεις τοὺς ῥαβδούχους ὀνομάζουσι;

πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες; τὸ δὲ δεσμεύειν ἀλλιγᾶρε λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι λιγᾶρε.

ἢ νῦν μὲν παρέγκειται τὸ κ, πρότερον δὲ λιτώρεις ἐκαλοῦντο, λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε.

διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι; Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων.

πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα; καὶ γὰρ [*](γὰρ in E only.) τὸν μῆνα Φεβρουάριον καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην φεβράτην, καὶ φεβρᾶρε τό τινι [*](φεβρᾶρε F.C.B.; φεβρουάρε Pantazides: φεβρᾶριν.) [*](Helmbold for τὸ τῶν.) σκυτῶν εἴδει [*](εἴδει Capps: ἤδει) καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες [*](πάντες] πάντως in all mss. except E.) ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς· καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτον γένος τοῦ καθαρμοῦ καλοῦντες. [*](καλοῦντες] δηλοῦντες in one ms. at least (E).)

ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια, λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις;

ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας;

ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;

διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς μὴ χρῆσθαι, καὶ μέχρι νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι; τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον λόφον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι.

πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν;

ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν,, ἐστιν ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς;

ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως ἀγομένην ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;