Quaestiones Romanae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;
πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων,
ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις.
ἢ τῶν ἱερῶν οὐδέποτε δεῖ κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;
διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;
πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος;
ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον, οὕτως ὁ [*](ὁ] In E only.) Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν;
ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ
γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις [*](νομίμοις Xylander and some mss.: νόμοις) αἰσχύνης τινὸς προσούσης;διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος καλεῖται;
ἢ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων, κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν;