Quaestiones Romanae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

διὰ τί τῶν ἄλλων Ῥωμαίων ἐν τῷ Φεβρουαρίῳ μηνὶ ποιουμένων χοὰς καὶ ἐναγισμοὺς τοῖς τεθνηκόσι Δέκιμος Βροῦτος, ὡς Κικέρων ἱστόρηκεν, ἐν τῷ Δεκεμβρίῳ τοῦτʼ ἔπραττεν; ἦν

δʼ οὗτος ὁ Λυσιτάνειαν ἐπελθὼν καὶ πρῶτος ἐπέκεινα στρατῷ διαβὰς τὸν τῆς Λήθης ποταμόν.

πότερον, ὥσπερ ἡμέρας ληγούσης καὶ μηνὸς φθίνοντος εἰώθασιν ἐναγίζειν οἱ πολλοί, λόγον ἔχει καὶ τοῦ ἐνιαυτοῦ καταστρέφοντος ἐν τῷ τελευταίῳ μηνὶ τιμᾶν τοὺς τεθνηκότας; ἔστι, δὲ τῶν μηνῶν τελευταῖος ὁ Δεκέμβριος.

ἢ χθονίων μὲν αἱ τιμαὶ θεῶν, τιμᾶν δὲ τοὺς χθονίους ὡραῖόν ἐστι, τῶν καρπῶν ἁπάντων εἰληφότων συντέλειαν;

ἤ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου μεμνῆσθαι μάλιστα τῶν κάτω προσήκει;

ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, Κρόνον δὲ τῶν κάτω θεῶν οὐ τῶν ἄνω νομίζουσιν;

ἤ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων καθεστώσης καὶ συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης, ἔδοξε καὶ ταύτης ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν;

ἢ τοῦτο, τὸ [*](τοῦτο, τὸ Bernardakis: τοῦτο.) μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, καθόλου ψεῦδός ἐστι; καὶ γὰρ τῇ Λαρεντίᾳ ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέρουσιν ἐπὶ τὸν τάφον τοῦ Δεκεμβρίου μηνός.

διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην, οὕτω τιμῶσιν;

ἄλλην γὰρ εἶναι Λαρεντίαν Ἄκκαν ἱστοροῦσι τὴν Ῥωμύλου τροφόν, ἣν τῷ Ἀπριλλίῳ μηνὶ

τιμῶσι. τῇ δʼ ἑταίρᾳ Λαρεντίᾳ Φαβόλαν ἐπίκλησιν εἶναι λέγουσιν, ἐγνωρίσθη δὲ διὰ τοιαύτην αἰτίαν. ζάκορός τις Ἡρακλέους, ὡς ἔοικεν, ἀπολαύων σχολῆς ἔθος εἶχεν ἐν πεττοῖς καὶ κύβοις τὰ πολλὰ διημερεύειν· καί ποτε, τῶν εἰωθότων παίζειν σὺν αὐτῷ καὶ μετέχειν τῆς τοιαύτης διατριβῆς κατὰ τύχην μηδενὸς παρόντος, ἀδημονῶν τὸν θεὸν προυκαλεῖτο διαβαλέσθαι τοῖς κύβοις πρὸς αὐτὸν ὥσπερ ἐπὶ ῥητοῖς, νικήσας μὲν εὑρέσθαι τι παρὰ τοῦ θεοῦ χρηστόν, ἂν δὲ λειφθῇ, δεῖπνον αὐτὸς τῷ θεῷ παρασχεῖν καὶ μείρακα καλὴν συναναπαυσομένην. ἐκ τούτου δὲ τοὺς κύβους προθέμενος, τὸν μὲν ὑπὲρ ἑαυτοῦ, τὸν [*](τὸν... τὸν] τὴν... τὴν in all mss. except E.) δʼ ὑπὲρ τοῦ θεοῦ βαλὼν ἐλείφθη. ταῖς οὖν προκλήσεσιν ἐμμένων τράπεζάν τε λαμπροτέραν παρεσκεύασε τῷ θεῷ, καὶ τὴν Λαρεντίαν παραλαβὼν ἐμφανῶς ἑταιροῦσαν εἱστίασε καὶ κατέκλινεν ἐν τῷ ἱερῷ καὶ τὰς θύρας ἀπιὼν ἔκλεισε. λέγεται δὲ νύκτωρ ἐντυχεῖν αὐτῇ τὸν θεὸν οὐκ ἀνθρωπίνως καὶ κελεῦσαι βαδίζειν ἕωθεν εἰς ἀγοράν, ᾧ δʼ ἂν ἐντύχῃ πρώτῳ, προσέχειν μάλιστα καὶ ποιεῖσθαι φίλον. ἀναστᾶσαν οὖν τὴν Λαρεντίαν βαδίζειν, καὶ συντυχεῖν τινι τῶν πλουσίων ἀγάμων δὲ καὶ παρηκμακότων ὄνομα Ταρρουτίῳ [*](Ταρρουτίῳ] Carrutius in Macrobius, Saturnalia, i.10.14 and 17.)· γνωρισθεῖσαν δὲ τούτῳ καὶ ζῶντος ἄρχειν τοῦ οἴκου καὶ κληρονομῆσαι τελευτήσαντος· ὕστερον δὲ χρόνοις
αὐτὴν τελευτῶσαν τῇ πόλει τὴν οὐσίαν ἀπολιπεῖν· διὸ τὰς τιμὰς ἔχειν ταύτας.

διὰ τί πύλην μίαν θυρίδα καλοῦσι, τὴν γὰρ ʼ φενέστραν [*](φενέστραν as in 322 F and elsewhere: παινέστραν.) ʼ τοῦτο σημαίνει, [*](σημαίνει] an obvious correction for σημαίνειν, the infinitive and the indicative being not infrequently confused un the mss.) καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι;

πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς αὐτόν;

ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;

διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προκινεῖν [*](προκινεῖν F.C.B.; προσκαινοῦν Wyttenbach; προσκαττύειν (?) S.A. Naber: προσκθνεῖν.) μήτʼ ἐπισκευάζειν;

πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν;

ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι

λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσιν.

διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον;

πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα, παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος ἐνόμιζεν;

ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοττοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.