Quaestiones Romanae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλʼ ὑπεραίρουσιν οἱ προπέμποντες;

πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον;

ἢ βούλονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν;

ἢ σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς μηδὲ καταλιπεῖν τὴν οἰκίαν, εἰ μὴ βιασθείη, καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος.

διὰ τί τὴν νύμφην εἰσάγοντες λέγειν κελεύουσιν, ὅπου σὺ Γάιος, [*](Γάιος] all mss. except E have γαὶς.) ἐγὼ Γαΐα. ʼ;

πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ κοινωνεῖν ἁπάντων καὶ συνάρχειν, καὶ τὸ μὲν δηλούμενόν ἐστιν ὅπου σὺ κύριος καὶ οἰκοδεσπότης, καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα; τοῖς δʼ ὀνόμασι τούτοις ἄλλως [*](ἄλλως] all mss. except E have ἄλλοις.) κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ νομικοὶ Γάιον Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ φιλόσοφοι Δίωνα καὶ Θέωνα παραλαμβάνουσιν.

ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ ἀγαθὴν γυναῖκα, τῶν Ταρκυνίου παίδων ἑνὶ συνοικήσασαν, ἧς ἐν τῷ τοῦ Σάγκτου ἱερῷ χαλκοῦς ἀνδριὰς ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτος, τὸ μὲν οἰκουρίας αὐτῆς, τὸ δʼ ἐνεργείας σύμβολον.

διὰ τί ὁ πολυθρύλητος ᾄδεται Ταλάσιος ἐν τοῖς γάμοις;

πότερον ἀπὸ τῆς ταλασίας; καὶ γὰρ τὸν τάλαρον τάλασον [*](τάλασον Xylander: τάλαντον.) ὀνομάζουσι· καὶ τὴν νύμφην εἰσάγοντες νάκος ὑποστρωννύασιν [*](ὑποστρωννύασιν] all mss. except E have ὑποστρωννύουσιν.) · αὐτὴ δʼ εἰσφέρει μὲν ἠλακάτην καὶ τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν θύραν περιστέφει, τοῦ ἀνδρός.

ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα Ταλάσιος; ἐπεὶ δʼ ἥρπαζον οἱ Ῥωμαῖοι τὰς τῶν Σαβίνων θυγατέρας ἐλθούσας ἐπὶ θέαν, ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ δημοτικῶν τινων καὶ πελατῶν [*](πελατῶν Wyttenbach: πελαστῶν) τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφαλείας καὶ τοῦ μηδένα πελάζειν μηδʼ ἀντιλαμβάνεσθαι τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ φέροιτο. τιμῶντες οὖν οἱ λοιποὶ τὸν Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦντες εἵποντο καὶ παρέπεμπον· ὅθεν, εὐτυχοῦς γάμου γενομένου, καὶ τοῖς ἄλλοις εἰθίσθησαν ἐπιφωνεῖν τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον.

διὰ τί τοῦ Μαΐου μηνὸς περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας εἴδωλα ῥιπτοῦντες ἀνθρώπων εἰς τὸν ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν;

ἢ τὸ παλαιὸν οἱ περὶ τὸν τόπον οἰκοῦντες

βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως ἀπώλλυσαν; Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπʼ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν, ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν ἀπομιμουμένους εἴδωλα ῥιπτεῖν, Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν ἡγουμένων, οἱ περὶ Εὔανδρον ἐκ τῆς Ἑλλάδος φυγόντες καὶ κατοικήσαντες αὐτόθι τὴν μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον.

διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν ἔτι τὴν παιδικὴν ἡλικίαν ἐχόντων;

ἢ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, τοὺς παῖδας ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς μηδʼ ἀτάκτως ἀλλὰ μετʼ εὐλαβείας ταῖς ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς ἔχοντες; οὐκ ἔλαττον δὴ τοῦτο καὶ [*](δὴ τοῦτο καὶ] δὲ τούτου καὶ τὸ H. Richards.) τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, ὥς φησιν ὁ Πλάτων, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι.