Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

παραπλησίως δὲ καὶ Χίων φυγάδες; ἐλθόντες εἰς Σπάρτην πολλὰ Παιδαρήτου κατηγόρουν· μεταπεμψαμένη δὲ αὐτὸν ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐνεκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱός, ἐπέστειλεν ἁ μάτηρ Παιδαρήτῳ. ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρταν σωτηρίαν.

ἑτέρα ἐπʼ ἀδικήματι τῷ παιδὶ κρινομένῳ τέκνον εἶπεν ἢ τᾶς αἰτίας; ἢ σεαυτὸν τοῦ ζῆν [*](ἢ τὰς αἰτίας - ζῆν] malim ἢ τᾶς αἰτίας σεαυτὸν ἢ τοῦ ζῆν) ἀπόλυσον.

ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, τέκνον εἶπε κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο.

ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρατάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, ἐὰν τῆς ἀρετῆς εἶπε μέμνῃ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ καὶ θαρρήσεις.

Λάκων τρωθεὶς ἐν πολέμῳ καὶ βαδίζειν μὴ δυνάμενος, τετραποδιστὶ ὥδευεν. αἰσχυνομένῳ δʼ αὐτῷ ἐπὶ τῷ [*](ἐπὶ τῷ W: ἐν ) γελοίῳ ἡ μήτηρ καὶ πόσῳ βέλτιον, ὦ

τέκνον εἶπε μᾶλλον ἐπὶ τῇ ἀνδρείᾳ γεγηθέναι ἢ αἰσχύνεσθαι ἐπὶ γέλωτι ἀνοήτῳ;

ἄλλη προσαναδιδοῦσα τῷ παιδὶ τὴν ἀσπίδα καὶ παρακελευομένη τέκνον ἔφη ἢ ταύταν ἢ ἐπὶ ταύτας.

ἄλλη προϊόντι τῷ υἱῷ ἐπὶ πόλεμον ἀναδιδοῦσα τὴν ἀσπίδα ταύτην ἔφη ὁ πατήρ σοι ἀεὶ ἔσῳζε· καὶ σὺ οὖν ἢ ταύτην σῷζε ἢ μὴ ἔσο.

ἄλλη πρὸς τὸν υἱὸν λέγοντα μικρὸν ἔχειν τὸ ξίφος εἶπε καὶ βῆμα πρόσθες.

ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, ἐμὸς γὰρ ἦν εἶπε· περὶ δὲ τοῦ ἑτέρου [*](τοῦ ἑτέρου] του ἑτέρου W) πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, οὐ γὰρ ἦν ἐμός ἔφη.

ἑτέρα ἀκούσασα ὅτι ὁ υἱὸς αὑτῆς τέθνηκεν ἐν μάχῃ καθάπερ ἐτέτακτο κάτθετεαὐτόν ἔφη, ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός.