Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα [*](λιποτακτήσαντα *: λειποτακτήσαντα ) ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα οὐκ ἐμὸν τὸ φίτυμα ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε

  1. ʼἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος
  2. Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι.
  3. [*](Anthol. Pal. VII 433)
  4. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν,
  5. ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.

ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς καὶ ἱλαρὰ θάπτω τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.

ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν ἔκνιψαι ἢ μὴ ἔσο.

ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, ποῖ [*](ποῖ *: ποῦ ) φησὶν ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι ἀνασυραμένη καὶ ἐπιδείξασα αὐτοῖς τὴν κοιλίαν.

[*](τὴν κοιλίαν] om. mei. codd.)

προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο τί πράσσει ἡ πατρίς· εἰπόντος δὲ πάντες ἀπολώλασι, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;ʼ

διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, εἶτʼ οὐκ αἰσχρόν εἶπε τῆς τοιαύτης συνοδίας ἀποτυχείν

ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς· δὲ παραγενόμενός τις πυθομένῃ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, ἀλλʼ οὐ τοῦτο ἐπυθόμην εἶπε κακὸν ἀνδράποδον, ἀλλὰ τί πράσσει ἡ πατρίς. φήσαντος δὲ ὅτι νικᾷ, ἀσμένη τοίνυν εἶπε δέχομαι καὶ τὸν τῶν παίδων θάνατον

Θάπτουσά τις τὸν υἱόν, ὡς γραΐδιον εὐτελὲς προσελθὸν αὐτῇ ὦ γύναι τᾶς τύχας εἶπε, νὴ τὼ σιὼ ἀλλὰ τᾶς καλᾶς γʼ ἔφη· καὶ γὰρ αὐτὸν οὗ [*](οὗ *: ὧν ) ἕνεκεν ἔτεκον, ἵνʼ ὑπὲρ τᾶς Σπάρτας ἀποθάνῃ, τοῦτὸ μοι συνέβη

Σεμνυνομένης γυναικός τινος Ἰωνικῆς ἐπί τινι τῶν ἑαυτῆς ὑφασμάτων ὄντι πολυτελεῖ, Λάκαινα ἐπιδείξασα τοὺς τέσσαρας υἱοὺς ὄντας κοσμιωτάτους,

τοιαῦτα ἔφη δεῖ εἶναι τὰ τῆς καλῆς καὶ ἀγαθῆς γυναικὸς ἔργα καὶ ἐπὶ τούτοις ἐπαίρεσθαι καὶ μεγαλαυχεῖν.

[*](καὶ μεγαλαυχεῖν] deleverim)

ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε κακά τευ [*](τευ Cobetus: τοι ) φάμα κακκέχυται· ἢ ταύταν [*](ἢ ταύταν * ταύταν ) ἀπόθευ ἢ μὴ ἔσο.