Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν ἔφη οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν· ὁ δὲ οὐ μόνον ἄρα ἔφη δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.

κατʼ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι καὶ ὃς ὑπολαβὼν οὐ γάρ ἔφη· τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.

Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων ἀλλὰ νὴ [*](νὴ] ναὶ Cobetus) τὼ σιὼ τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται

Ἀργείου ποτὲ εἰπόντος πολλοὶ τάφοι παρʼ ἡμῖν εἰσὶ Σπαρτιατῶν Λάκων εἶπεν ἀλλὰ μὴν παρʼ ἡμῖν Ἀργείων οὐδὲ εἷς, ὡς· αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.

Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος Λάκωνα πωλῶ, ἐπεστόμισεν εἰπών αἰχμάλωτον κήρυσσε.

τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθεὶς τις ὑπʼ αὐτοῦ, μή τις τῶν εἱλώτων ἐστί, σὺ δʼ οἴει ἔφη ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν;