Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπε ποῦ νῦν εἰσὶν οἱ Λάκωνες; Σπαρτιάτης ληφθεὶς ὑπʼ αὐτῶν οὐ πάρεισιν ἔφη· οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε.

Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνον ἐᾶσαι, εἶπον ὅταν αὑτῶν

οὐκ ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε; ἀφʼ οὗ καὶ ἡ παροιμία
ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει Σάμον θέλει.
[*](Leutsch. Paroem. 2 p 571)

πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.

ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανίσειν ᾕ [*](ᾕ *: ἣ ) συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι μηδαμῶς ἀφανίσῃς μηδʼ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.

τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλʼ ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, τᾷ πολυμηχανίᾳ εἶπε.

Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, [*](παρεγένετο *: παρεγίνετο ) πότερον βούλεται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν οὐδέτερον.