Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

παρεφύλαξε δὲ ὥστε μηδὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια, πεπληρωμένους ἑτέρων ἐδεσμάτων ἢ πωμάτων· [*](πωμάτων *: πομάτων ) ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα ἢ φαγόντα μετʼ αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν ἐζημιοῦτο δὲ καὶ ὁ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας καταπεπολεμήκει δὲ Ἀθηναίους , βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι· μεθʼ ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπʼ αὐτῶν.

πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι· διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών Ἄλκανδρος δὲ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν αὐτοῦ. τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, συνδιαιτώμενον δὲ ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦ τε καὶ τῆς διαίτης ἣν εἶχε σὺν αὐτῷ, καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ

τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν προσαγορεύσας· τοὺς· γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν.

ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, ὅτι ἔφη οἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι.