Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατʼ οἶκον ὄντα πάντα ἐξ ἴσου

διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τὸ τὸ χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι· καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὓπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές. πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περισσῶν ξενηλασίαν ἐποιήσατο· διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. οὐδὲ γὰρ νόμισμα παρʼ αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι. μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες

ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς; τὰ συσσίτια εἰσηγήσατο. πρὸς γοῦν τοὺς ἐπιζητοῦντας, διά τί ταῦτα συνεστήσατο καὶ μεθʼ ὅπλων κατʼ ὀλίγους τοὺς πολίτας διῄρηκεν, ὅπως εἶπεν ἐξ, ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις τὸ ἀμπλάκημα· ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως ᾖ, καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος.

ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς;

οὐδὲ χρῆσθαι οὐδὲ ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθεις ὡς καλόν ἐστιν, ὦ ἑταῖροι, διὰ τῶν ἔργων ἐπιδεῖξαι τὸν πλοῦτον ὁποῖός ἐστι τῇ ἀληθείᾳ, ὅτι τυφλός.