Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἄλλου δὲ εἰπόντος πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν ἔφη καὶ ἡμεῖς αὐτῶν ἐγγύς.

εἰπόντος δέ τινος ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με ἔφη τῷ πλήθει, οὐδὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· εἰ δὲ ταῖς ἀρεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.

ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν εἶπεν πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.