Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ξέρξου δὲ γράψαντος αὐτῷ ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν· ἀντέγραψεν εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἐμοὶ δὲ κρείσσων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.

πάλιν δὲ τοῦ Ξέρξου γράψαντος πέμψον τὰ ὅπλα, ἀντέγραψε μολὼν λαβέ.

βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, οὐ γάρ ἔφη πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι