Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ὅτι ἔφη · οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.

ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ἀγνοεῖν ἔφη μοι δοκεῖς γε , ὅτι ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.

ψάλτου δέ τινος· εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, μέγας ἔφη κηληκτὰς ἐν μικρῷ πράγματι.

ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη καὶ

τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;

Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, ἀλλʼ οὐχ ὑμεῖς γε ἔφη εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.

Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, ἀτυχὲς μέν ἔφη ὦ Θηβαῖοι τὸ κήρυγμα ἀλλʼ ἔνδοξον μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξανδρος.