Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ὅπως ἔφη αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.

Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ [*](τὰ W) περὶ τῶν συμβολαίων δίκαια ἑκάστης κρίνουσιν οἱ ἔφοροι, ὅπως ἔφη καὶ ἐν πολεμίοις [*](πολεμίοις] malim πολέμοις) πιστεύωμεν ἀλλήλοις.

Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι ἔφη συνεθίζεσθαι δεῖ [*](aut δεῖ aut κρεῖττον delendum censet W) ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν.

Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς ἔφη ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.

Ἡρώνδας, Ἀθήνησιν ἁλόντος; τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίαν δίκην ἡττηθέντα.

Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, εἶπεν ὀξύτερον διαβολῆς.