Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς· κριθεῖσιν αὐτούς· ὀμοσάντων δὲ ἐκείνων κρίνω τοίνυν ἔφη μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε.
ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί.
θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις ἢ τῇ δυνάμει πρόσθες ἔφη ἢ τοῦ φρονήματος ὕφες.
Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος , ἀντέγραψεν εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.
ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται ὅσης ἄν ἔφη τῷ δόρατι ἐφίκωνται.
Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, τί δήποτε, ὦ Περίανδρε
εἶπεν ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;