Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν, ἀγνοεῖν μοι δοκεῖς εἶπεν ὅτι ὁ εἰδὼς λόγον [*](λόγονλέγειν?) καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.
Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς· Σπάρτης, οἱ νόμοι καὶ τὰ ἀρχεῖα ἔφη κατὰ τοὺς νόμους.
πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ ὦ λῷστε ἔφη ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;
ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν οὗτος ἀγαθὸς ψάλτης ἐστίν , παρʼ ἡμῖν δέ γε οὗτος ἔφη ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.
ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν, πρὸς τί; ἔφη καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.
ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ
στρατεύματος εἶδεν ἐκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας· εἶπεν οὖν πρός τοὺς συστρατιώτας, εὐάλωτοι ἡμῖν [*](ἡμῖν *: ἡμῶν ) οἱ πολέμιοί εἰσι.