Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

λέγοντος δέ τινος, ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, οὐκοῦν, ἔφη, χάριεν, εἰ ὑπὸ σκιᾷ[*](σκιᾷ F.C.B. (Herodotus, vii. 226, and Stobaeus, Florilegium, vii. 46): σκιάν.) αὐτοῖς μαχεσόμεθα.

ἄλλου δὲ εἰπόντος, πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν, ἔφη, καὶ ἡμεῖς αὐτῶν ἐγγύς.

εἰπόντος δέ τινος ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με, ἔφη, τῷ πλήθει, οὐδὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστὶν εἰ δὲ ταῖς ἀρετ αῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.

ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν, εἶπεν, πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.

Ξέρξου δὲ γράψαντος αὐτῷ, ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ ταττομένῳ, τῆς Ἑλλάδος μοναρχεῖν, ἀντέγραψεν, εἰ τὰ καλὰ τοῦ βίου ἐγίγωσκες,[*](ἐγίγνωσκες F.C.B.: ἐγίνωσκες Bernardakis: γιγώσκεις or γινώσκοις.) ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἐμοὶ δὲ κρείττων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.

πάλιν δὲ τοῦ Ξέρξου γράψαντος, πέμψον τὰ ὅπλα, ἀντέγραψε, μολὼν λαβέ.

βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους· οὐ γάρ, ἔφη, πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι;ν

τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.

ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ὅτι, ἔφη, τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν ἐν.

τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας· ὧν ὁ μὲν εἶπεν, οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα · ὁ δὲ δεύτερος, αὐτοῦ μένων κρέσσων ἂν εἴην · ὁ δὲ τρίτος, οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.

Λόχαγος ὁ Πολυαινίδου καὶ Σείρωνος πατήρ, ἀπαγγείλαντός τινος αὐτῷ ὅτι τῶν υἱῶν τεθνήκοι ὁ ἕτερος, πάλαι ᾔδειν, ἔφη, ὅτι ἀποθανεῖν αὐτὸν ἔδει.

Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι ἁβροδίαιτοι γὰρ ἦσαν δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας· τὸν δὲ ἑπαγόμενος ἤσκησε περὶ κυνηγέσια. ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκεν ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγών· ἑκατέρου δʼ ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν, ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει;

τινὲς δέ φασιν, ὡς[*](ὡς] omitted in most mss.) οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλʼ ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δʼ ἐκ κυνηγετικῶν κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν εἶθʼ ἑκατέρου ἐφʼ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπεν, οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφʼ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν διʼ ἃ ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη,

ἀσκούμενοι καὶ μανθάνοντες καλὰ διʼ ὅλου τοῦ βίου.

ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενον[*](διερχόμενον and ἰδόντα F.C.B. from the Life of Lycurgus, chap. viii. (which has ὁρῶντα): διέρχομενος and ἰδὼν (or μειδιάσαντα might be changed to μειδιάσας).) ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδόντα τοὺς σωροὺς κειμένους παρʼ ἀλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσαντα εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.

καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατʼ οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τό τε χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι· καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα· οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι[*](κτήσασθαι] κεκτῆσθαι in Life of Lycurgus, chap. ix.) ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές, πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περιττῶν ξενηλασίαν ἐποιήσατο διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ[*](ἢ] Kronenberg would omit.) ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην.

οὐδὲ γὰρ νόμισμα παρʼ αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες.

ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὰ συσσίτια εἰσηγήσατο . πρὸς γοῦν τοὺς ἐπιζητοῦντας διὰ τί ταῦτα συνεστήσατο καὶ μεθʼ ὅπλων κατʼ ὀλίγους τοὺς πολίτας διῄρηκεν, ὅπως, εἶπεν, ἐξ ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις ᾖ τὸ ἀμπλάκημα, ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως ᾖ καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος.

ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς οὐδὲ χρῆσθαι οὐδὲ ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθεις, ὡς καλόν ἐστιν, ὦ ἑταῖροι, διὰ τῶν ἔργων ἐπιδεῖξαι τὸν πλοῦτον ὁποῖός ἐστι τῇ ἀληθείᾳ, ὅτι τυφλός.

παρεφύλαξε δὲ ὥστε μηδὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια πεπληρωμένους ἑτέρων ἐδεσμάτων ἢ πωμάτων[*](πωμάτων the better spelling: πομάτων.)· ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα ἢ φαγόντα μετʼ αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν ἐζημιοῦτο δὲ καὶ ὁ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας ʽκαταπεπολεμήκει δὲ

Ἀθηναίους, βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι· μεθʼ ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπʼ αὐτῶν.

πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι· διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς· καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών Ἄλκανδρος δὲ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν αὐτοῦ. τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, συνδιαιτώμενον δὲ ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦ τε καὶ τῆς διαίτης ἣν εἶχε σὺν αὐτῷ, καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν προσαγορεύσας· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν.