Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ἔφη ὅτι τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι.

λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη, ὅπου, ἔφη, μήτε πλείω μήτε ἐλάττονα κεκτήσονται οἱ ἐνοικοῦντες· καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δὲ ἄδικον ἀσθενὲς ἔσται.

ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, ὅσῳ μᾶλλον, ἔφη, οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης.

ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε, εἶπεν, οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι.

Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα, πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν, ἔφη, εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.

τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη, ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.

λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἀλλὰ πλέονας, [*](οὐκ, ἀλλὰ πλέονας (πλίονας?) F.C.B.: οὐκ, ἄλλας or οὐκ ὀλίγους, or nothing at all (οὔκ, ἀλλʼ ἅλις or οὔκ, ἀλλὰ πολλοὺς is suggested by Bernardakis).) ἔφη, πρὸς ἣν βαδίζομεν πρᾶξιν.

πάλιν δὲ αὐτῶν εἰπόντων, μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδω τὼς βαρβάρως[*](τᾶς παρόδω τὼς βαρβάρως Kronenberg: τὰς παρόδους τῶν βαρβάρων.) κωλύειν; τῷ λόγῳ, ἔφη, τῷ δʼ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων.

γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε, λέγοντι τὸν βάρβαρον ἐγγὺς

γενόμενον προΐμεν,[*](προΐμεν F.C.B.: a lacuna in one ms.: nothing in the rest.) ἆμε[*](ἆμε F.C.B.: ἄμμε.) δὲ χρονοτριβέειν ἤδη γὰρ ἢ κανέομες[*](ἢ κανέομες (κανίομες? κανέμεν?) F.C.B.: ἢ κτάμεν Bernardakis: ἥκαμες or ἥκαμεν.) τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν μέλλομες.

λέγοντος δέ τινος, ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, οὐκοῦν, ἔφη, χάριεν, εἰ ὑπὸ σκιᾷ[*](σκιᾷ F.C.B. (Herodotus, vii. 226, and Stobaeus, Florilegium, vii. 46): σκιάν.) αὐτοῖς μαχεσόμεθα.

ἄλλου δὲ εἰπόντος, πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν, ἔφη, καὶ ἡμεῖς αὐτῶν ἐγγύς.

εἰπόντος δέ τινος ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με, ἔφη, τῷ πλήθει, οὐδὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστὶν εἰ δὲ ταῖς ἀρετ αῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.

ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν, εἶπεν, πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.

Ξέρξου δὲ γράψαντος αὐτῷ, ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ ταττομένῳ, τῆς Ἑλλάδος μοναρχεῖν, ἀντέγραψεν, εἰ τὰ καλὰ τοῦ βίου ἐγίγωσκες,[*](ἐγίγνωσκες F.C.B.: ἐγίνωσκες Bernardakis: γιγώσκεις or γινώσκοις.) ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἐμοὶ δὲ κρείττων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.

πάλιν δὲ τοῦ Ξέρξου γράψαντος, πέμψον τὰ ὅπλα, ἀντέγραψε, μολὼν λαβέ.

βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους· οὐ γάρ, ἔφη, πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι;ν

τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.

ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ὅτι, ἔφη, τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν ἐν.

τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας· ὧν ὁ μὲν εἶπεν, οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα · ὁ δὲ δεύτερος, αὐτοῦ μένων κρέσσων ἂν εἴην · ὁ δὲ τρίτος, οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.

Λόχαγος ὁ Πολυαινίδου καὶ Σείρωνος πατήρ, ἀπαγγείλαντός τινος αὐτῷ ὅτι τῶν υἱῶν τεθνήκοι ὁ ἕτερος, πάλαι ᾔδειν, ἔφη, ὅτι ἀποθανεῖν αὐτὸν ἔδει.