Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Δημάρατος,[*](Δημάρατος would be Δαμάρατος in Doric, but the Ionic influence of Herodotus may be seen.) Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινός, σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε, οὐδὲν ἥμαρτεν εἰς ἐμέ, εἶπεν οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν, οὐχ οἱ μετὰ ἀπεχθείας.

ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρʼ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ὅτι, ἔφη, ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται, τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.

Ψάλτου δὲ ἀκροώμενος, οὐ κακῶς, εἶπε, φαίνεταί μοι φλυαρεῖν.

ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ διʼ ἀπορίαν λόγων σιωπᾷ, ἀλλʼ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν, ἔφη.