Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Δαμωνίδας ταχθεὶς ἔσχατος τοῦ χοροῦ ὑπὸ τοῦ τὸν χορὸν ἱστῶντος, εὖγε, εἶπεν, ὦ χοραγέ, ἐξεῦρες πῶς καὶ αὕτη ἡ χώρα ἄτιμος οὖσα ἔντιμος γένηται.

Δᾶμις πρὸς τὰ ἐπισταλέντα παρὰ τοῦ Ἀλεξάνδρου θεὸν εἶναι ψηφίσασθαι, συγχωροῦμεν, ἔφη, Ἀλεξάνδρῳ, ἐὰν θέλῃ, θεὸς καλεῖσθαι.

Δαμίνδας,[*](Δαμίνδας] Δαμιάδας (a name found in Spartan inscriptions) is suggested by Bernardakis.) Φιλίππου ἐμβαλόντος εἰς Πελοπόννησον καὶ εἰπόντος τινός, κινδυνεύουσι δεινὰ παθεῖν Λακεδαιμόνιοι, εἰ μὴ τὰς πρὸς αὐτὸν διαλλαγὰς ποιήσονται, ἀνδρόγυνε, εἶπε, τί δʼ ἂν πάθοιμεν δεινὸν θανάτου καταφρονήσαντες;ν

Δερκυλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν, εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα τοῦτον· οὐδὲν γὰρ ἀδικοῦμεν εἰ δὲ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείττων.