Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

διὰ Σελινοῦντος δέ ποτε τῆς Σικελίας πορευόμενος ἰδὼν ἐπὶ μνήματος ἐλεγεῖον ἐπιγεγραμμένον,

  1. σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης
  2. εἷλε· Σελινοῦντος δʼ ἀμφὶ πύλαις ἔθανον,
δικαίως, ἔφη, ἀπεθάνετε τυραννίδα καιομένην ἀποσβεννύναι ἐπιχειρήσαντες· τοὐναντίον γὰρ ἔδει ὅλην αὐτὴν ἀφεῖναι κατακαῆναι.

ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν, εἶπε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν, καὶ πόσῳ

κρεῖττον, ἔφη, ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς φίλους ποιεῖν; αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.