Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀντίοχος ἐφορεύων ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ δύναμιν αὐτοῖς παρέσχετο ὥστε μαχομένους περὶ τῆς χώρας κρατεῖν.

Ἄρευς,[*](Αρεως. Ἄρευς Cobet: αρηγεως. Ἀρηγεύς.) ἐπαινούντων τινῶν οὐκ ἰδίας ἀλλά τινας τῶν ἀλλοτρίων γυναικῶν, μὰ τοὺς θεούς, εἶπε, περὶ τῶν καλῶν κἀγαθῶν γυναικῶν οὐδένα δεῖ λόγον εἰκῆ λέγεσθαι, ἀγνοεῖσθαι δʼ αὐτὰς τὸ παράπαν, ὁποῖαι τυγχάνουσι, πλὴν μόνοις τοῖς συμβιοῦσι.