Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πάλιν δὲ προσάγων τοῖς πολεμίοις, βροντῆς γενομένης καὶ τῶν περὶ αὐτὸν πυνθανομένων τί σημαίνειν οἴεται τὸν θεόν, ἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν ὅτι τοιούτων χωρίων ἐγγὺς ὄντων, ἐν τοιούτοις στρατοπεδεύουσιν.

ἥδιστον δὲ πάντων αὑτῷ τῶν γεγονότων καλῶν καὶ ἀγαθῶν ἔλεγε τὸ τοῦ [*](τὸ τοῦ*: τὸ τῶν γειναμένων αὐτὸν τοῦ) πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους.

εἰωθὼς δὲ φαίνεσθαι τὸν ἄλλον χρόνον ἀληλιμμένος τὸ σῶμα καὶ φαιδρὸς τῷ προσώπῳ, μετὰ τὴν μάχην ἐκείνην τῇ ὑστεραίᾳ προῆλθεν αὐχμηρὸς καὶ ταπεινός· τῶν δὲ φίλων ἐρωτώντων μὴ τι λυπηρὸν αὐτῷ συμπέπτωκεν, οὐδέν εἶπεν ἀλλʼ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ μεῖζον ἢ καλῶς ἔχει φρονήσαντος· διὸ σήμερον κολάζω τὴν ἀμετρίαν τῆς χαρᾶς.

εἰδὼς δὲ τοὺς Σπαρτιάτας ἐπικρυπτομένους τὰ τοιαῦτα συμπτώματα, καὶ βουλόμενος ἐξελέγξαι

τὸ μέγεθος τῆς συμφορᾶς αὐτῶν , οὐχ ὁμοῦ πᾶσι νεκρῶν ἀναίρεσιν ἀλλʼ ἑκάστοις κατὰ πόλιν ἔδωκεν, ὥστε πλείονας ἢ χιλίους ὄντας ὀφθῆναι τοὺς Λακεδαιμονίων.