Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τοῦ δὲ μαγείρου τοῖς συνάρχουσιν ἡμερῶν τινων δαπάνην ἀπολογιζομένου, πρὸς μόνον ἠγανάκτησε τὸ πλῆθος τοῦ ἐλαίου· θαυμασάντων δὲ τῶν συναρχόντων, οὐ τὸ τῆς δαπάνης ἔφη λυπεῖν αὐτόν , ἀλλʼ εἰ τοσοῦτον ἔλαιον ἐντὸς παραδέδεκται τοῦ σώματος.
ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις καὶ συνουσίαις ὄντων, ἀπήντησέ τινι τῶν συνήθων αὐχμηρὸς καὶ σύννους βαδίζων θαυμάζοντος δὲ καὶ πυνθανομένου τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ὅπως· εἶπεν ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.
ἄνθρωπον δὲ φαῦλον ἐξημαρτηκότα τι τῶν μετρίων, τοῦ μὲν Πελοπίδα παρακαλοῦντος οὐκ ἀφῆκε, τῆς δʼ ἐρωμένης δεηθείσης ἀφῆκεν, εἰπὼν
ὅτι τοιαῦτα πρέπει λαμβάνειν ἑταιριδίοις, ἀλλὰ μὴ στρατηγοῖςἐπεὶ δὲ Λακεδαιμονίων ἐπιστρατευομένων ἀνεφέροντο χρησμοὶ τοῖς Θηβαίοις, οἱ μὲν ἧτταν οἱ δὲ νίκην φράζοντες, ἐκέλευε τοὺς μὲν ἐπὶ δεξιὰ τοῦ βήματος θεῖναι, τοὺς δὲ ἐπʼ ἀριστερά. τεθέντων δὲ πάντων, ἀναστὰς εἶπεν ἐὰν μὲν ἐθελήσητε τοῖς ἄρχουσι πείθεσθαι καὶ τοῖς πολεμίοις ὁμόσε χωρεῖν, οὗτοι ὑμῖν εἰσὶν οἱ χρησμοὶ δείξας τοὺς βελτίονας· ἐὰν δὲ ἀποδειλιάσητε πρὸς τὸν κίνδυνον, ἐκεῖνοι πρὸς τοὺς χείρονας ἰδών.